Ὁ Ἀπόστολος
Προκείμενον Ἦχος βαρὺς
Κύριος ἰσχὺν τῶ λαῶ αὐτοῦ δώσει.
Στίχ. Ἐνέγκατε τῶ Κυρίω υἱοὶ Θεοῦ.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου, τὸ Ἀνάγνωσμα
(Κὲφ ς', 13-20)
Ἀδελφοί, τῶ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς ἐπεὶ κατ οὐδενὸς εἶχε μείζονος ὁμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων. Ἡ μὴν εὐλογῶν εὐλογήσω σὲ καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας, εἰς βεβαίωσιν, ὁ ὅρκος. Ἐν ὧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοὶς κληρονόμοις τῆς ἐπαγγελίας, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκω, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες, κρατῆσαι τῆς προκειμένης ἐλπίδος. 'Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδέκ, Ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου