Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Κυριακή 27 Απριλίου 2014

ΕΙΣ ΤΗΝ ΚΑΙΝΗΝ ΚΥΡΙΑΚΗΝ Καὶ εἰς τὸν ἀπόστολον Θωμᾶν, Ίω. Χρυσοστόμου α΄μέρος

Ἥκω τὸ περιλειφθὲν ὄφλημα καταβαλεῖν ἐπειγόμενος. Εἰ γὰρ καὶ πένης εἰμὶ, ἀλλὰ τὴν εὐγνωμοσύνην ὑμῶν ἐκβιάζομαι. Ὑπεσχόμην ὑποδεικνύναι τοῦ Θωμᾶ τὴν ἀπιστίαν· καὶ δὴ πάρειμι ταύτην ἀποδώσων ὑμῖν· προθυμοῦμαι γὰρ τὰς πρώτας ὀφειλὰς πρῶτον ἀποτιννύειν, ἵνα μὴ τοῖς ἐπισυναγομένοις τόκοις κατασχεθῶ. Συμπράξατε οὖν μοι πρὸς τὴν τοῦ χρέους καταβολὴν, καὶ καθικετεύσατε τὸν Θωμᾶν, ἵνα τὴν ἁγίαν αὐτοῦ δεξιὰν τὴν ἁψαμένην τῆς τοῦ Δεσπότου πλευρᾶς τοῖς ἐμοῖς χείλεσιν ἐπιθεὶς, νευρώσῃ μου τὴν γλῶτταν πρὸς τὴν ἐξήγησιν τῶν ποθουμένων ὑμῖν. Ἐγὼ δὲ ταῖς πρεσβείαις τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶθαῤῥῶν, κηρύττω τὴν προτέραν ἀμφιβολίαν αὐτοῦ, καὶ τὴν δευτέραν ὁμολογίαν,τῆς Ἐκκλησίας ἡμῶν κρηπῖδα τυγχάνουσαν καὶ θεμέλιον. Εἰσελθόντος τοῦ Σωτῆρος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς κεκλεισμένων τῶν θυρῶν, καὶ πάλιν ἐξελθόντος ὥσπερ εἰσῆλθεν, ὁ Θωμᾶς ἀπελιμπάνετο μόνος.
Ἦν δὲ καὶ τοῦτο θείας οἰκονομίας ἔργον, ὥστε τὸν χωρισμὸν τοῦ μαθητοῦ
πρόξενον γενέσθαι πλείονος ἀσφαλείας καὶ βεβαιότητος. Εἰ γὰρ παρῆν ὁ Θωμᾶς, οὐκ
ἂν πάντως ἀμφέβαλλεν· εἰ δὲ μὴ ἀμφέβαλλεν, οὐκ ἂν περιέργως ἐζήτησεν· εἰ δὲ μὴ
ἐζήτησεν, οὐκ ἂν ἐψηλάφησεν· εἰ δὲ μὴ ἐψηλάφησεν, οὐκ ἂν Κύριον καὶ Θεὸν
ἀνηγόρευσεν· εἰ δὲ μὴ Κύριον καὶ Θεὸν τὸν Χριστὸν ἀπεκάλεσεν, οὐκ ἂν ἡμεῖς οὕτως
αὐτὸν ἀνυμνεῖν ἐδιδάχθημεν. Ὥστε καὶ μὴ παρὼν ὁ Θωμᾶς ἡμᾶς πρὸς τὴν ἀλήθειαν
ἐποδήγησε, καὶ παραγενόμενος ὕστερον βεβαιοτέρους περὶ τὴν πίστιν ἐποίησεν.
Ἔλεγον τοίνυν οἱ μαθηταὶ τῷ Θωμᾷ τελευταῖον ἐπεισελθόντι, Ἑωράκαμεν τὸν
Κύριον, ἑωράκαμεν τὸν εἰπόντα, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ἑωράκαμεν τὸν
εἰπόντα, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθειᾳ· καὶ τῶν λόγων τὴν
ἀλήθειαν εὕρομεν τοῖς πράγμασι λάμπουσαν· ἑωράκαμεν τὸν εἰπόντα, Μετὰ τρεῖς
ἡμέρας ἐγείρομαι· καὶ τὴν ἀνάστασιν ἰδόντες, τὸν ἀναστάντα προσεκυνήσαμεν·
ἠκούσαμεν αὐτοῦ πρὸς ἡμᾶς εἰπόντος, Εἰρήνη ὑμῖν, καὶ τὴν ζάλην τῆς λύπης πρὸς
γαλήνης εὐφροσύνην ἐτρέψαμεν· ἐθεασάμεθα τὰς χεῖρας αὐτοῦ τὰς ὑποδεξαμένας
τὰς τῶν ἥλων ἀκμὰς, ἐθεασάμεθα τὰς χεῖρας τὰς καταβοώσας τῆς λύσσης τῶν
θεομάχων κυνῶν, ἐθεασάμεθα τὰς χεῖρας τὰς ὑφανάσας τὴν ἀφθαρσίαν ἡμῖν,
ἐθεασάμεθα καὶ τὴν πλευρὰν τὴν παντὸς κήρυκος λαμπρότερον βοῶσαν τὴν
εὐσπλαγχνίαν τοῦ πληγέντος· αὐτὴν ἐθεασάμεθα τὴν πλευρὰν, ἣν ὑμνοῦσιν
ἄγγελοι, καὶ σέβουσιν οἱ πιστεύοντες, καὶ δαίμονες φρίττουσιν. Ὑπεδεξάμεθα καὶ
φύσημα θεῖον ἐκ τοῦ θείου στόματος αὐτοῦ, φύσημα πνευματικὸν, φύσημα πάσης
χάριτος χορηγόν. Ἐχειροτονήθημεν ἐκ τοῦ Δεσπότου δεσπόται τῆς τῶν
πλημμελημάτων ἀφέσεως· ἐγενόμεθα καὶ κύριοι τῆς τῶν ἁμαρτωλῶν κρίσεως,
τοιοῦτον ῥῆμα παρ' αὐτοῦ δεξάμενοι σύνθημα· Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας,
ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται. Τα
οιούτων λόγων κατετρυφήσαμεν τοῦ Σωτῆρος, τοιούτων δωρεῶν
ἀπηλαύσαμεν· οὐ γὰρ ἐνῆν ἡμᾶς μὴ πλουτισθῆναι πλουσίου περιτυχόντας Δεσπότου·
σὺ δὲ μό 63.928 νος πτωχὸς ἔμεινας μὴ παρών. Τί οὖν πρὸς αὐτοὺς ὁ Θωμᾶς;
Ἑωράκατε τὸν Κύριον; καλῶς. Οὐκοῦν ὃν ἐθεάσασθε, μειζόνως σέβεσθε· ὃν
κατωπτεύσατε, κηρύττοντες διαγίνεσθε. Ἐγὼ δὲ Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ
τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ
βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Ἀλλ' ὑμεῖς οὐκ ἂν
ἐπιστεύσατε, εἰ μὴ πρῶτον ἐθεάσασθε· οὕτω κἀγὼ, ἐὰν μὴ ἴδω, οὐ πιστεύσω.
Ἐπίμεινον, ὦ Θωμᾶ, τῷ τοιούτῳ πόθῳ, σπουδαίως ἐπίμεινον, ἵνα σοῦ βλέποντος ἐγὼ
βεβαιωθῶ τὴν ψυχήν· ἐπίμεινον, ζητῶν τὸν εἰπόντα, Ζητεῖτε καὶ εὐρήσετε· μὴ
παρέλθῃς ἁπλῶς ἐρευνῶν, ἐὰν μὴ εὑρήσῃς ὃν ζητεῖς θησαυρόν· ἐπίμεινον κρούων
τὴν θύραν τῆς ἀναντιῤῥήτου γνώσεως. ἕως ἂν ὑπανοίξη σοι ταύτην ὁ εἰπών·
Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Φιλῶ σου τὴν διχόνοιαν τῶν λογισμῶν, ὡς πᾶσαν
διχόνοιαν τέμνουσαν· ἀγαπῶ σου τὸν φιλομαθῆ τρόπον, ὡς πᾶσαν φιλονεικίαν
ἐκκόπτοντα· ἡδέως ἀκούω σου πολλάκις λέγοντος· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ
τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω.
Σοῦ γὰρ ἀπιστοῦντος, ἐγὼ πιστεύειν διδάσκομαι· σοῦ τῇ δικέλλῃ τῆς γλώττης
ὀρύττοντος τὰς τοῦ θείου σώματος ἀρούρας, ἐγὼ τὸν καρπὸν ἀπόνως θερίζω καὶ
σωρεύω πρὸς ἐμαυτόν. Ἐὰν μὴ ἴδω τούτοις μου τοῖς ὀφθαλμοῖς τοὺς ἐν ταῖς ἁγίαις
αὐτοῦ χερσὶν αὔλακας, οὓς ἠροτρίασαν οἱ δυσσεβεῖς, οὐδαμῶς τοῖς ὑμετέροις
συνθήσομαι ῥήμασιν· ἐὰν μὴ βάλω τοῦτόν μου τὸν δάκτυλον εἰς τὰ κοιλώματα τῶν
ἥλων, οὐκ ἂν τὸ ὑμέτερον Εὐαγγέλιον παραδέξωμαι· ἐὰν μὴ κρατήσω ταύτῃ μου τῇ
χειρὶ τὴν πλευρὰν ἐκείνην, τὴν ἀνύποπτον μάρτυρα τῆς ἀναστάσεως, οὐκ ἂν τῷ
ὑμετέρῳ πιστεύσοιμι δόγματι. Ἅπας γὰρ λόγος κεκτημένος τὴν ἀπὸ πάντων
πραγμάτων συνηγορίαν, ἰσχυρὸς ὑπάρχει καὶ βέβαιος· πᾶσα δὲ φωνὴ τῆς ἀπὸ τῶν
ἔργων μαρτυρίας ἐστερημένη, ἐστὶν ἐξίτηλος, ἐκ τῶν χειλέων εἰς τὸν ἀέρα χεομένη.
Μέλλω κηρύττειν τοῖς ἀνθρώποις τοῦ διδασκάλου τὰ θαύματα· πῶς οὖν ἃ μὴ
παρέλαβον τοῖς ὀφθαλμοῖς, ταῦτα τοῖς λόγοις ἐξείπω; πῶς πείσω τοὺς ἀπίστους
πιστεῦσαι, οἷς οὔτε αὐτὸς τέως παρηκολούθησα; Εἴπω τοῖς Ἰουδαίοις καὶ τοῖς
Ἕλλησιν, ὅτι Σταυρούμενον μὲν τὸν ἐμὸν Δεσπότην τεθέαμαι, ἀναστάντα δὲ οὐκ
εἶδον, ἀλλ' ἤκουσα; καὶ τίς οὐ γελάσει μου τὴν φωνήν; τίς οὐ διαπτύσει τὸ κήρυγμα;
Ἕτερον γάρ ἐστιν ἀκοὴ, καὶ ἕτερον ὄψις· καὶ ἕτερόν ἐστι λόγων ἀπαγγελία, καὶ ἄλλο
πραγμάτων θέα καὶ πεῖρα. Οὕτως ἀμφίβολον κεκτημένου τὴν γνῶσιν τοῦ Θωμᾶ,
μεθ' ἡμέρας ὀκτὼ πάλιν ὁ Δεσπότης πρὸς τοὺς ἑαυτοῦ μαθητὰς συνηθροισμένους
ὁμοῦ παρεγένετο. Ἀφῆκε τὸν Θωμᾶν ἐν ταῖς μέσαις ἡμέραις κατηχηθῆναι πρῶτον
ὑπὸ τῶν ἑταίρων αὐτοῦ, συνεχώρησεν αὐτὸν ἐκκαῆναι τῷ δίψει τῆς θέας αὐτοῦ· καὶ
τῆς ψυχῆς αὐτοῦ σφοδρῶς ἀναφλεχθείσης τῷ πόθῳ τῆς ὄψεως, τότε λοιπὸν
εὐκαίρως ὁ ποθούμενος τὸν ποθοῦντα κατέλαβεν.

1 σχόλιο:

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...