Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Κυριακή 31 Αυγούστου 2014

Μεγάλου Βασιλείου, Περί φθόνου β΄.

Ὅς γε παρ' αὐτὸν τὸν καιρὸν τῆς διώξεως καθεύδων καταληφθεὶς, ἕτοιμος εἰς σφαγὴν προκείμενος τῷ ἐχθρῷ, καὶ πάλιν περισωθεὶς ὑπὸ τοῦ δικαίου, ἐπαγαγεῖν αὐτῷ τὰς χεῖρας φυλαξαμένου, οὐδ' ὑπὸ ταύτης τῆς εὐεργεσίας ἐκάμφθη· ἀλλὰ καὶ πάλιν ἐστρατολόγει, καὶ πάλιν ἐδίωκεν· ἕως, καὶ δεύτερον ἁλοὺς ὑπὸ τοῦ αὐτοῦ ἐν τῷ σπηλαίῳ, τοῦ μὲν τὴν ἀρετὴν λαμπροτέραν ἀπέδειξεν, ἑαυτοῦ δὲ τὴν πονηρίαν καταφανεστέραν ἐποίησε. Δυσμετα χειριστότατον ἔχθρας εἶδος ὁ φθόνος. Τοὺς μὲν γὰρ ἄλλως δυσμενεῖς ἡμερωτέρους ποιοῦσιν αἱ εὐποιίαι·  τὸν βάσκανον
δὲ καὶ κακοήθη τὸ καλῶς παθεῖν πλέον προσερεθίζει· καὶ ὅσῳπερ ἂν μειζόνων τύχῃ, μειζόνως ἀγανακτεῖ καὶ ἀνιᾶται, καὶ δυσχεραίνει. Πλεῖον γὰρ ἄχθεται τῇ δυνάμει τοῦ εὐεργέτου, ἢ χάριν ἔχει τοῖς εἰς αὐτὸν γινομένοις. Ποῖον οὐ νικῶσι θηρίον τῇ
χαλεπότητι τῶν τρόπων; Τί τῶν ἀνημέρων οὐχ ὑπερ βάλλουσιν ἀγριότητι; Οἱ κύνες τρεφόμενοι ἡμεροῦν ται· οἱ λέοντες χειροήθεις γίνονται θεραπευόμενοι· οἱ δὲ βάσκανοι ταῖς θεραπείαις πλέον ἐξαγριαί νονται. Τί τὸν γενναῖον Ἰωσὴφ δοῦλον ἐποίησεν; Οὐχ ὁ φθόνος τῶν ἀδελφῶν; Ἔνθα καὶ θαυμάσαι ἄξιον τὴν ἀλογίαν τῆς νόσου. Φοβηθέντες γὰρ τῶν ὀνειρά των τὴν ἔκβασιν, δοῦλον ἐποίουν τὸν ἀδελφὸν, ὡς οὐκ ἄν ποτε δούλου προσκυνηθέντος. Καίτοι εἰ μὲν ἀληθῆ τὰ ἐνύπνια, τίς μηχανὴ μὴ οὐχὶ πάντως ἐκβῆναι τὰ προῤῥηθέντα; εἰ δὲ ψευδεῖς αἱ τῶν ὀνει ράτων ὄψεις, ἀντὶ τίνος βασκαίνετε τῷ σφαλλομέ νῳ; Νυνὶ δὲ ὑπὸ τῆς τοῦ Θεοῦ οἰκονομίας
3
περιτρέ πεται αὐτοῖς τὸ σοφόν. Δι' ὧν γὰρ ἐνόμιζον ἐμπο δίζειν τῇ προῤῥήσει, διὰ τούτων ἐφάνησαν ὁδο ποιοῦντες τὴν ἔκβασιν. Εἰ γὰρ μὴ ἐπράθη, οὐκ ἂν ἦλθεν εἰς Αἴγυπτον, οὐκ ἂν διὰ σωφροσύνην ταῖς ἐπιβουλαῖς τῆς ἀκολάστου γυναικὸς περιέπεσεν, οὐκ ἂν ἐβλήθη εἰς δεσμωτήριον, οὐκ ἂν ἐγένετο συνήθης τοῖς ὑπηρέταις τοῦ Φαραὼ, οὐδ' ἂν συνέβαλε τὰ ὀνείρατα,  ὅθεν τὴν ἀρχὴν ἐδέξατο  τῆς Αἰγύπτου, καὶ διὰ τὴν σιτοδείαν ὑπὸ τῶν ἀδελφῶν
αὐτοῦ πρὸς αὐ τὸν ἐλθόντων προσεκυνήθη. Μετάβα τῷ λόγῳ ἐπὶ τὸν μέγιστον φθόνον, καὶ ἐπὶ μεγίστοις συστάντα, ὃς ἐκ τῆς Ἰουδαίων μανίας κατὰ τοῦ Σωτῆρος ἐγένετο. Διὰ τί ἐφθονεῖτο; Διὰ τὰ θαύματα. Τίνες δὲ ἦσαν αἱ θαυματοποιίαι; Σωτηρία τῶν δεομένων· ἐτρέφοντο οἱ πεινῶντες, καὶ ὁ τρέφων ἐπολεμεῖτο· ἠγείροντο οἱ νεκροὶ, καὶ ὁ ζωοποιῶν ἐβασκαίνετο· δαίμονες ἀπηλαύνοντο, καὶ ὁ ἐπιτάσσων ἐπεβου λεύετο· λεπροὶ ἐκαθαρίζοντο, καὶ χωλοὶ περιεπά τουν, κωφοὶ ἤκουον, καὶ τυφλοὶ ἀνέβλεπον, καὶ ὁ εὐεργέτης ἐφυγαδεύετο. Καὶ τὸ τελευταῖον θανάτῳ παρέδωκαν τὸν τὴν ζωὴν χαρισάμενον, καὶ ἐμαστί γουν τὸν ἐλευθερωτὴν τῶν ἀνθρώπων, καὶ κατεδίκα ζον τὸν κριτὴν τοῦ κόσμου. Οὕτω μέχρι πάντων διεξῆλθε τὰ τοῦ φθόνου κακά. Καὶ ἑνὶ τούτῳ ὅπλῳ ἀπὸ καταβολῆς ἀρξάμενος κόσμου μέχρι συν τελείας αἰῶνος πάντας τιτρώσκει καὶ καταβάλλει ὁ λυμεὼν τῆς ζωῆς ἡμῶν διάβολος, ὁ χαίρων ἡμῶν τῇ ἀπωλείᾳ, ὁ καταπεσὼν διὰ τοῦ φθόνου, καὶ ἡμᾶς ἑαυτῷ
διὰ τοῦ ἴσου πάθους συγκαταβάλλων. Σοφὸς ἄρα ἦν ὁ τῷ βασκάνῳ ἀνδρὶ μηδὲ συνδειπνεῖν ἐπιτρέπων· ἀπὸ τῆς ἐν τῷ δείπνῳ συνουσίας περὶ πάσης ὁμοῦ τῆς κατὰ τὸν βίον κοινωνίας διαλεγόμε νος. Ὥσπερ γὰρ τὴν εὐκατάπρηστον ὕλην ἐπιμελὲς ἡμῖν ὅτι ποῤῥωτάτω τοῦ πυρὸς ἀποτίθεσθαι, οὕτω  χρὴ, καθ' ὅσον οἷόν τε, τῆς τῶν βασκάνων ὁμιλίας τὰς φιλίας ἀπάγειν, ἔξω τῶν τοῦ φθόνου βελῶν ἑαυ τοὺς ποιοῦντας. Οὐδὲ γὰρ ἄλλως δυνατὸν συμπλακῆ ναι τῷ φθόνῳ, μὴ δι' οἰκειότητος αὐτῷ προσεγγί σαντα. Ἐπείπερ κατὰ τὸν Σολομῶντος λόγον, Τῷ ἀνδρὶ ὁ ζῆλος παρὰ τοῦ ἑταίρου αὐτοῦ. Καὶ γὰρ οὕτως ἔχει.
Οὐχὶ τῷ Αἰγυπτίῳ βασκαίνει ὁ Σκύ θης, ἀλλὰ τῷ ὁμοεθνεῖ ἕκαστος· καὶ ἐν τῷ ὁμοεθνεῖ μέντοι οὐ τοῖς ἀγνοουμένοις φθονεῖ, ἀλλὰ τοῖς συν ηθεστάτοις· καὶ τῶν συνήθων τοῖς γείτοσι καὶ ὁμοτέ χνοις, καὶ τοῖς ἄλλως οἰκείοις· κἀν τούτοις πάλιν, ἡλικιώταις καὶ συγγενέσι καὶ ἀδελφοῖς. Καὶ ὅλως, ὥσπερ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νόσημα, οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα. Ἐκεῖνό γε μὴν κἂν ἐπαινέσειέ τις τοῦ κακοῦ, ὅτι ὅσῳπερ ἂν σφοδρότερος κινηθῇ, τοσούτῳ χαλεπώτερός ἐστι τῷ κεκτημένῳ. Ὥσπερ γὰρ τῶν βελῶν τὰ βιαίως φερό μενα, ἐπειδὰν καρτερῷ τινι καὶ ἀντιτύπῳ προσπέσῃ, ἐπὶ τὸν προέμενον .πανέρχεται· οὕτω καὶ τὰ τοῦ φθόνου κινήματα, οὐδὲν λυποῦντα τὸν βασκαινό μενον, αὐτοῦ πληγαὶ γίνονται τοῦ βασκάνου. Τίς γὰρ λυπούμενος ἠλάττωσέ ποτε τὰ τοῦ πλησίον καλά;
Ἑαυτὸν μέντοι προσανάλωσε ταῖς λύπαις κα τατηκόμενος. Ἤδη δὲ καὶ τῶν ἰοβόλων αὐτῶν ὀλε θριώτεροι εἶναι οἱ νοσοῦντες τὴν βασκανίαν ὑπονε νόηνται· εἴπερ τὰ μὲν διὰ πληγῆς ἐνίησι τὸν ἰὸν, καὶ κατὰ μικρὸν σηπεδόσι τὸ δηχθὲν ἐπινέμεται· τοὺς δὲ φθονερούς τινες οἴονται καὶ δι' ὀφθαλμῶν μόνων τὴν βλάβην ἐπιβάλλειν· ὥστε τὰ εὐ εκτικὰ σώματα, καὶ ἐκ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς εἰς τὴν ἄκραν ὥραν ὑπερανθήσαντα, τήκεσθαι παρ' αὐτῶν καταβασκαινόμενα, καὶ ὅλον ἀθρόως συναναι ρεῖσθαι τὸν ὄγκον, οἷον ῥεύματός τινος ὀλε θρίου ἐκ τῶν φθονερῶν ὀφθαλμῶν ἀποῤῥέοντος, καὶ λυμαινομένου καὶ διαφθείροντος. Ἐγὼ δὲ τοῦτον μὲν τὸν λόγον ἀποπέμπομαι, ὡς δημώδη καὶ τῇ γυ ναικωνίτιδι παρεισαχθέντα ὑπὸ γραϊδίων· ἐκεῖνο δέ φημι, ὅτι οἱ μισόκαλοι δαίμονες, ἐπειδὰν οἰκείας ἑαυτοῖς εὕρωσι προαιρέσεις, παντοίως αὐταῖς πρὸς τὸ ἴδιον ἀποκέχρηνται βούλημα· ὥστε καὶ τοῖς ὀφθαλμοῖς τῶν βασκάνων εἰς ὑπηρεσίαν χρῆσθαι τοῦ ἰδίου θελήματος. Εἶτα οὐ
4
φρίσσεις ὑπηρέτην σεαυτὸν ποιῶν δαίμονος ὀλεθρίου, ἀλλ' ὑποδέχῃ κα κὸν, δι' οὗ ἐχθρὸς μὲν γενήσῃ τῶν μηδὲν ἀδικούν των, ἐχθρὸς δὲ Θεοῦ τοῦ ἀγαθοῦ καὶ ἀφθόνου; Φύγωμεν κακὸν ἀφόρητον. Ὄφεώς ἐστι δίδαγμα, δαιμόνων εὕρημα, ἐχθροῦ ἐπισπορὰ, ἀῤῥαβὼν κο
λάσεως, ἐμπόδιον εὐσεβείας, ὁδὸς ἐπὶ γέενναν, στέ ρησις βασιλείας. Δῆλοι δέ πως καὶ αὐτῷ τῷ προσώπῳ τυγχάνουσιν οἱ φθονοῦντες. Ὄμμα τούτοις ξηρὸν καὶ ἀλαμπὲς, παρειὰ κατηφὴς, ὁφρὺς συμπε  πτωκυῖα, ἡ ψυχὴ τῷ πάθει συγκεχυμένη, τὸ τῆς ἀληθείας κριτήριον ἐπὶ τῶν πραγμάτων οὐκ ἔχουσα. Οὐ πρᾶξις κατ' ἀρετὴν ἐπαινετὴ παρ' ἐκείνοις, οὐ λόγου δύναμις σεμνότητι κεκοσμημένη καὶ χάρισιν, οὐκ ἄλλο τι τῶν ζηλωτῶν καὶ περιβλέπτων οὐδέν. Ὥσπερ δὲ οἱ γῦπες πρὸς τὰ δυσώδη φέρονται, πολ λοὺς μὲν λειμῶνας, πολλοὺς δὲ ἡδεῖς καὶ εὐώδεις τόπους ὑπεριπτάμενοι· καὶ αἱ μυῖαι τὸ μὲν ὑγιαῖνον παρατρέχουσι, πρὸς δὲ τὸ ἕλκος ἐπείγονται· οὕτως οἱ βάσκανοι τὰς μὲν τοῦ βίου λαμπρότητας καὶ τὰ μεγέθη τῶν
κατορθουμένων οὐδὲ προσβλέπουσι, τοῖς δὲ σαθροῖς ἐπιτίθενται· κἄν τι προσπταῖσαι συμβῇ, οἷα πολλὰ τὰ ἀνθρώπινα, τοῦτο δημοσιεύουσι, καὶ ἀπὸ τούτων τοὺς ἄνδρας γνωρίζειν βούλονται· ὥσπερ οἱ πονηροὶ τῶν ζωγράφων ἀπὸ τῆς ἐνδια στρόφου ῥινὸς, ἢ ἀπό τινος οὐλῆς ἢ κολοβώματος, ἐκ φύσεως ἢ ἐκ πάθους ἐπισυμβάντος, τὰς μορφὰς τῶν γραφομένων ἀποσημαίνοντες. Δεινοὶ δὲ ταῖς εἰς τὸ χεῖρον παρατροπαῖς τὸ ἐπαινετὸν διαπτύσαι, καὶ ἐκ τῆς γείτονος κακίας τὴν ἀρετὴν διαβαλεῖν. Θρασὺν μὲν γὰρ λέγουσι τὸν ἀνδρεῖον, ἀνάλγητον δὲ τὸν σώ φρονα· τὸν δίκαιον ἀπηνῆ· κακοῦργον τὸν φρόνιμον. Καὶ τὸν μεγαλοπρεπῆ μὲν ὡς βάναυσον δια βάλλουσι, τὸν ἐλευθέριον δὲ ὡς ἄσωτον· πάλιν τὸν οἰκονομικὸν φειδωλόν. Καὶ ὅλως, πάντα τὰ τῆς ἀρετῆς εἴδη οὐκ ἀπορεῖ παρ' αὐτοῖς ὀνόματος ἐκ τῆς ἀντικειμένης κακίας μετενεχθέντος. Τί οὖν; ἐν τῇ κατηγορίᾳ τοῦ κακοῦ τὸν λόγον στήσομεν; Ἀλλὰ τοῦτο ὥσπερ ἥμισύ τί ἐστι τῆς ἰατρείας. Τὸ μὲν γὰρ δεῖξαι τῷ κάμνοντι τῆς νόσου τὸ μέγεθος, ὥστε ἀξίαν ἐμποιῆσαι αὐτῷ τοῦ κακοῦ τὴν φροντίδα, οὐκ ἄχρηστον· τὸ δὲ ἄχρι τούτου καταλι πεῖν, μὴ πρὸς τὴν ὑγίειαν χειραγωγήσαντα, οὐδὲν ἕτερόν ἐστιν ἢ ἔκδοτον ἀφεῖναι τῇ ἀῤῥωστίᾳ τὸν κάμνοντα. Τί οὖν; πῶς ἂν μὴ πάθοιμεν ἐξ ἀρχῆς τὴν νόσον, ἢ ὑπαχθέντες ἐκφύγοιμεν; Εἰ πρῶτον μὲν μηδὲν μέγα, μηδὲ ὑπερφυὲς τῶν ἀνθρωπίνων κρίνοιμεν· μὴ εὐπορίαν τὴν ἐν ἀνθρώποις· μὴ δόξαν τὴν ἀπανθοῦσαν· μὴ σώματος εὐεξίαν. Οὐ γὰρ ἐν τοῖς παρερχομένοις ὁριζόμεθα εἶναι τὸ ἀγαθὸν, ἀλλ' ἐπὶ αἰωνίων ἀγαθῶν καὶ ἀληθινῶν μετουσίαν κεκλήμεθα. Ὥστε ὁ πλουτῶν οὔπω ζηλωτός ἐστι διὰ τὸν πλοῦτον· οὐχ ὁ δυνάστης διὰ τὸν ὄγκον τοῦ ἀξιώματος, οὐχ ὁ ἰσχυρὸς διὰ τὴν ῥώμην τοῦ σώματος, οὐχ ὁ σοφὸς διὰ τὴν τοῦ λόγου περιου σίαν. Ὄργανα γάρ ἐστι ταῦτα τῆς ἀρετῆς τοῖς κα λῶς κεχρημένοις, οὐκ αὐτὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ μα κάριον. Ὁ μὲν οὖν κακῶς
αὐτοῖς κεχρημένος, ἐλεει νὸς, ὡς ὁ τῷ ξίφει, ὃ ἔλαβε πρὸς τὴν τῶν πολεμίων ἄμυναν, τούτῳ ἑκουσίως ἑαυτὸν κατατιτρώσκων· εἰ  δὲ καλῶς καὶ κατὰ τὸν ὀρθὸν λόγον τὰ παρόντα με ταχειρίζεται, καὶ οἰκονόμος ἐστὶ τῶν παρὰ Θεοῦ, οὐχὶ δὲ πρὸς ἰδίαν ἀπόλαυσιν θησαυρίζει, ἐπαινεῖσθαι καὶ ἀγαπᾶσθαι δίκαιός ἐστι διὰ τὸ φιλάδελφον καὶ κοινωνικὸν τοῦ τρόπου. Πάλιν φρονήσει τις διαφέ ρει, καὶ λόγῳ Θεοῦ τετίμηται, καὶ ἐξηγητής ἐστιν ἱερῶν λογίων· μὴ φθονήσῃς τῷ τοιούτῳ, μηδὲ βουληθῇς ποτε σιωπῆσαι τὸν τῶν ἱερῶν ὑποφήτην, εἰ τῇ τοῦ Πνεύματος χάριτι ἀποδοχή τις καὶ ἔπαινος ἐκ τῶν ἀκουόντων ἀκολουθεῖ. Σὸν γάρ ἐστι τὸ ἀγα θὸν, καί σοι ἐπέμφθη διὰ τοῦ ἀδελφοῦ τῆς διδασκα λίας τὸ δῶρον, ἐὰν ὑποδέξασθαι θέλῃς. Εἶτα, πηγὴν μὲν βρύουσαν οὐδεὶς ἐμφράσσει· καὶ ἡλίου λάμποντος οὐδεὶς τὰς ὄψεις
ἐπικαλύπτει, οὐδὲ βασκαίνει ἐκείνοις, ἀλλ' ἑαυτῷ συνεύχεται τὴν ἀπόλαυσιν· λόγου δὲ πνευματικοῦ ἐν Ἐκκλησίᾳ βρύοντος, καὶ καρδίας εὐσεβοῦς ἐκ τῶν χαρισμάτων
5
τοῦ Πνεύματος πηγαζούσης, οὐχ ὑπέχεις τὰς ἀκοὰς μετ' εὐφροσύνης; οὐκ εὐχαρίστως ὑποδέχῃ τὴν ὠφέλειαν; Ἀλλὰ δάκνει σε ὁ κρότος τῶν ἀκουόντων, καὶ ἐβουλήθης ἂν μήτε τὸν ὠφελούμενον εἶναι, μήτε τὸν ἐπαινοῦντα. Τίνα ταῦτα ἀπολογίαν ἕξει ἐπὶ τοῦ κριτοῦ τῶν καρδιῶν ἡμῶν; Φύσει μὲν οὖν εἶναι καλὸν ἡγεῖσθαι χρὴ τὸ τῆς ψυχῆς ἀγαθόν· τὸν δὲ ὑπερανθοῦντα τῷ πλούτῳ, καὶ δυναστείᾳ μέγα φρονοῦντα, καὶ εὐεξίᾳ σώματος, καὶ καλῶς μὲν κεχρημένον οἷς ἔχει, ἀγαπᾷν καὶ περιέπειν, ὡς κοινὰ τὰ τοῦ βίου ὄργανα κεκτημένον, εἴπερ δὴ ταῦτα κατὰ τὸν ὀρθὸν λόγον μεταχειρίζοιτο· ὡς τῇ μὲν τῶν χρημάτων χορηγίᾳ ἄφθονος εἶναι τοῖς δεομένοις, τῷ σώματι δὲ ὑπηρεσίαν παρέχειν τοῖς ἀσθενοῦσι· πᾶσαν δὲ τὴν λοιπὴν περιουσίαν οὐ μᾶλλον ἑαυτοῦ νομίζειν, ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιδεομένων· τὸν δὲ μὴ οὕτω πρὸς ταῦτα διακείμενον ἄθλιον τίθεσθαι μᾶλλον ἢ ἐπίφθονον, εἰ μείζονας ἔχει πρὸς τὸ κακὸς εἶναι τὰς ἀφορμάς. Τοῦτο γάρ ἐστιν ἐκ πλείονος τῆς παρασκευῆς καὶ πραγματείας ἀπόλλυσθαι. Εἰ μὲν γὰρ ἐφόδιον πρὸς ἀδικίαν ὁ πλοῦτος, ἐλεεινὸς ὁ πλουτῶν· εἰ δὲ ὑπηρεσία πρὸς ἀρετὴν, οὐκ ἔχει χώραν ἡ βασκανία, κοινῆς τῆς ἀπ' αὐτῶν ὠφελείας ἅπασι προκειμένης· πλὴν εἰ μή τις ἄρα τῇ περιουσίᾳ τῆς πονηρίας καὶ ἑαυτῷ βασκαίνοι τῶν ἀγαθῶν. Ὅλως δὲ, ὑπερκύψας τῷ λογισμῷ τὰ ἀνθρώπινα, καὶ πρὸς τὸ ὄντως καλὸν καὶ ἐπαινετὸν ἀπιδὼν, πολλοῦ ἄν τι δέοις τῶν φθαρτῶν καὶ γηΐνων μακαριστὸν κρῖναι καὶ ζηλωτόν.
Οὕτω δὲ ἔχοντι, καὶ μὴ ὡς ἐπὶ μεγάλοις ἐκπεπληγμένῳ τοῖς κοσμικοῖς, ἀμήχανόν ποτε παραγενέσθαι τὸν φθόνον, Εἰ δὲ πάντως δόξης ἐπιθυμεῖς, καὶ βούλει τῶν πολλῶν ὑπερφαίνεσθαι, καὶ διὰ τοῦτο οὐκ ἀνέχῃ δεύτερος  εἶναι (ἔστι γὰρ οὖν δὴ καὶ τοῦτο πρὸς τὸ φθονεῖν ἀφορμή), σὺ δὲ ἐπὶ τὴν κτῆσιν τῆς ἀρετῆς, ὥσπερ τι ῥεῦμα, μετάθες σεαυτοῦ τὸ φιλότιμον. Μὴ γὰρ πάντως πλουτεῖν ἐκ παντὸς τρόπου βούλου, μηδὲ εὐδόκιμος εἶναι ἐκ τῶν τοῦ κόσμου πραγμάτων. Οὐ γὰρ ἐπὶ σοὶ ταῦτα· ἀλλὰ δίκαιος ἔσο, καὶ σώφρων, καὶ φρόνιμος, καὶ ἀνδρεῖος, καὶ ὑπομονητικὸς ἐν τοῖς ὑπὲρ εὐσεβείας παθήμασιν. Οὕτω γὰρ καὶ σεαυτὸν σώσεις, καὶ ἐπὶ μείζοσιν ἀγαθοῖς μείζονα ἕξεις τὴν περιφάνειαν. Ἡ μὲν γὰρ ἀρετὴ ἐφ' ἡμῖν, καὶ δυνατὴ κτηθῆναι τῷ φιλοπόνῳ· ἡ δὲ τῶν χρημάτων περιβολὴ, καὶ ὥρα σώματος, καὶ ὄγκος ἀξιωμάτων, οὐκ ἐφ' ἡμῖν. Εἰ τοίνυν καὶ μεῖζον ἀγαθὸν ἡ ἀρετὴ καὶ διαρκέστερον, καὶ ὁμολογουμένην παρὰ πάντων ἔχουσα τὴν προτίμησιν, ταύτην ἡμῖν διωκτέον· ἣν ἐγγενέσθαι τῇ ψυχῇ, ἀπό τε τῶν ἄλλων παθῶν καὶ μάλιστα δὴ πάντων ἀπὸ τῆς
βασκανίας μὴ καθαρευούσῃ, ἀμήχανον. Οὐχ ὁρᾷς ἡλίκον κακὸν ἡ ὑπόκρισις; Καὶ αὕτη καρπός ἐστι τοῦ φθόνου. Τὸ γὰρ διπλοῦν τοῦ ἤθους ἐκ φθόνου μάλιστα τοῖς ἀνθρώποις ἐγγίνεται, ὅταν, τὸ μῖσος ἐν τῷ βάθει κατέχοντες, ἀγάπῃ δεικνύωσι κατακεχρωσμένην τὴν ἐπιφάνειαν· κατὰ τὰς ὑφάλους πέτρας, αἳ, βραχεῖ ὕδατι καλυπτόμεναι, κακὸν ἀπροόρατον τοῖς ἀφυλάκτοις γίνονται. Εἰ τοίνυν καὶ θάνατος ἡμῖν ἐκεῖθεν ὥσπερ ἐκ πηγῆς ἐπεῤῥύη, ἀγαθῶν ἔκπτωσις, Θεοῦ ἀλλοτρίωσις, θεσμῶν σύγχυσις, καὶ ἀνατροπὴ πάντων ὁμοῦ τῶν κα-τὰ τὸν βίον καλῶν· πεισθῶμεν τῷ Ἀποστόλῳ, καὶ Μὴ γενώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες· ἀλλὰ μᾶλλον χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, ὡς καὶ ὁ Θεὸς ἐχαρίσατο ἡμῖν, ἐν Χριστῷ  .Ιησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ ἡ δόξα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πηγή: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...