Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Κυριακή 29 Νοεμβρίου 2015

Εὐαγγέλιο Κυριακῆς: διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρο­νο­μήσω;

ΙΓ΄ Λουκᾶ, Λουκ. ιη΄ 18-27

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ ᾿Ιησοῦ λέ­­γων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρο­νο­μήσω; εἶπε δὲ αὐτῷ ὁ ᾿­Ιησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύ­σῃς, μὴ κλέψῃς, μὴ ψευδομαρ­τυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νε­­ότητός μου. ἀκούσας δὲ ταῦ­τα ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος ­πτωχοῖς, καὶ ἕ­­­ξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ὁ δὲ ἀκούσας ταῦ­τα ­περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφό­δρα. ἰδὼν δὲ αὐτὸν ὁ ᾿Ιησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀν­­θρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...