Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Τετάρτη 4 Νοεμβρίου 2015

Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

     Ἁγίου Μαξίμου τοῦ ὁμολογητοῦ.
Οἱ κατὰ τὸν βίον τοῦτον ὑπὸ τῆς θείας προνοίας εἰς εὐσέβειαν ἐγγυμναζόμενοι, διὰ τῶν τριῶν τούτων πειρασμῶν δοκιμάζονται· οἷον ἢ διὰ τῆς τῶν ἡδέων δόσεως, ὡς ἐπὶ ὑγείας καὶ κάλλους καὶ εὐτεκνίας καὶ χρημάτων καὶ δόξης καὶ τῶν ὁμοίων· ἢ διὰ τῆς τῶν λυπηρῶν ἐπιφορᾶς, οἷον στερήσεως τέκνων καὶ χρημάτων καὶ δόξης· ἢ διὰ τῶν ὀδύνην ἐμποιούντων τῷ σώματι, οἷον νοσημάτων καὶ βασάνων καὶ τῶν ἑξῆς. Καὶ πρὸς μὲν τοὺς πρώτους λέγει ὁ Κύριος· Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί μου εἶναι μαθητής· πρὸς δὲ τοὺς δευτέρους καὶ τοὺς τρίτους· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
     Τὰ τέσσαρα ταῦτά φασιν ἀλλοιῶσαι τὴν κρᾶσιν τοῦ σώματος καὶ διδόναι τῷ νῷ λογισμοὺς εἴτε ἐμπαθεῖς εἴτε ἀπαθεῖς δι᾽ αὐτῆς· οἷον
τοὺς ἀγγέλους, τοὺς δαίμονας, τοὺς ἀέρας, τὴν δίαιταν. Καὶ τοὺς μὲν ἀγγέλους λόγῳ φασὶν ἀλλοιῶσαι· τοὺς δὲ δαίμονας, δι᾽ ἐπαφῆς· τοὺς δὲ ἀέρας, ταῖς μεταβολαῖς· τὴν δὲ δίαιταν, ταῖς τῶν βρωμάτων καὶ πομάτων ποιότησι καὶ πλεονασμῷ καὶ ἐλαττώσει· πάρεξ τῶν διὰ μνήμης καὶ ἀκοῆς καὶ ὁράσεως συμβαινουσῶν αὐτῇ ἀλλοιώσεων, πρωτοπαθούσης τῆς ψυχῆς ἐκ τῶν συμπιπτόντων αὐτῇ λυπηρῶν ἢ χαροποιῶν. Καὶ ἐκ τούτων μὲν προσπάσχουσα ἡ ψυχὴ ἀλλοιοῖ τὴν κρᾶσιν τοῦ σώματος· ἐκ δὲ τῶν προειρημένων ἡ κρᾶσις ἀλλοιουμένη παρέχει τῷ νῷ λογισμούς.

 Θάνατος μέν ἐστι κυρίως ὁ τοῦ Θεοῦ χωρισμός· κέντρον δὲ τοῦ θανάτου, ἡ ἁμαρτία· ὃ δεξάμενος ὁ Ἀδὰμ ὁμοῦ τοῦ τῆς ζωῆς ξύλου καὶ τοῦ παραδείσου καὶ τοῦ Θεοῦ ἐξόριστος γέγονεν· ᾧ ἐπεκολούθησεν ἐξ ἀνάγκης καὶ ὁ τοῦ σώματος θάνατος. Ζωὴ δὲ κυρίως ἐστὶν ὁ εἰπῶν· Ἐγώ εἰμι ἡ ζωή· οὗτος ἐν τῷ θανάτῳ γενόμενος, τὸν νεκρωθέντα πάλιν εἰς τὴν ζωὴν ἐπανήγαγεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...