Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Παρασκευή 18 Μαρτίου 2016

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη,



                                                                      εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·

Χαῖρε, δι᾿ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾿ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον, καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστήρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι᾿ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾿ ἧς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...