Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Κυριακή 9 Απριλίου 2017

Εύαγγέλιο Κυριακῆς 9 Ἀπριλίου 2017

...τῶν Βαΐων (Ἰωάν. ιβ΄ 1-18)
ρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ ᾿Ιησοῦς εἰς Βηθα­νίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. ἐ­­­ποί­­ησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρ­θα ­διηκόνει ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ­ἤλειψε τοὺς πόδας τοῦ ᾿Ιησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, ᾿Ιούδας Σίμωνος ᾿Ισκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέ­πτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. εἶπεν οὖν ὁ ᾿Ιησοῦς ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. τοὺς πτωχοὺς γὰρ πάντοτε ἔ­­­­­χετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ­ἔχετε. ῎Εγνω οὖν ὄχλος πο­­­λὺς ἐκ τῶν ᾿Ιουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν ᾿Ιησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λά­ζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολ­λοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν ᾿Ιουδαίων καὶ ­ἐπίστευον εἰς τὸν ᾿Ιησοῦν. Τῇ ἐ­­παύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκού­σαντες ὅτι ἔρχεται ᾿Ιησοῦς εἰς ῾Ιεροσό­λυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ­ὑ­­­­­­­πάντησιν αὐτῷ, καὶ ἔκραζον ὡσαννά, εὐλογη­μένος ὁ ἐρ­χόμενος ἐν ὀνό­ματι Κυρίου, βασιλεὺς τοῦ ᾿Ισραήλ. εὑρὼν δὲ ὁ ᾿Ιησοῦς ὀνά­ριον ἐκάθισεν ἐπ᾿ αὐτό, καθώς ἐ­στι γεγραμμένον μὴ φοβοῦ, θύγατερ Σιών ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ᾿ ὅτε ἐδοξάσθη ὁ ᾿Ιησοῦς, τότε ἐ­­­μνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. ᾿Εμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾿ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐ­­­­­φώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νε­­κρῶν. διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...