Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Σάββατο 30 Ιουνίου 2018

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 1 Ἰουλίου 2018, Ματθ. η΄ 28 – θ΄ 1

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι ­τῷ ᾿Ιησοῦ εἰς τὴν χώραν τῶν ­Γεργεσηνῶν ὑ­­­πήντη­σαν αὐτῷ δύο δαιμονιζό­με­νοι ἐκ τῶν ­μνημείων ­ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τι­­­νὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. καὶ ἰδοὺ ἔκραξαν λέ­γοντες· τί ἡμῖν καὶ σοί, ᾿Ιησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέ­λη χοίρων πολλῶν βοσκομέ­νη. οἱ δὲ ­δαίμονες παρεκάλουν αὐτὸν ­λέγοντες· εἰ ­ἐκ­βάλ­­λεις ἡμᾶς, ­­ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέ­λην τῶν χοί­­ρων. καὶ εἶπεν αὐτοῖς· ὑ­­­­­­­­­πάγετε. οἱ δὲ ἐξελθόν­τες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοί­ρων· καὶ ἰδοὺ ὥρ­μησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοαῦ κρημνοῦ εἰς τὴν ­θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. οἱ δὲ βό­σκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. καὶ ἰδοὺ πᾶσα ἡ πό­λις ἐξῆλ­θεν εἰς συνάντησιν τῷ ᾿Ιησοῦ, καὶ ἰδόντες αὐ­­­τὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖ­­ον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

Κυριακή 24 Ιουνίου 2018

Γίνε....

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 24 Ἰουνίου 2018, τοῦ Προδρόμου (Λουκ. α΄ 1-25, 57-68, 76, 80)

Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοί, παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. ᾿Εγένετο ἐν ταῖς ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως τῆς ᾿Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας ᾿Αβιά, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων ᾿Ααρών, καὶ τὸ ὄνομα αὐτῆς ᾿Ελισάβετ. ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι. καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ ᾿Ελισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
᾿Εγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου· καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾿ αὐτόν. εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου ᾿Ελισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιωάννην· καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος ῾Αγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πολλοὺς τῶν υἱῶν ᾿Ισραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει ᾿Ηλιού, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα· καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾿ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ. ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός. καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ᾿Ελισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. Τῇ δὲ ᾿Ελισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾿ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· οὐχί, ἀλλὰ κληθήσεται ᾿Ιωάννης. καὶ εἶπον πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ· ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν. καὶ αἰτήσας πινακίδιον ἔγραψε λέγων· ᾿Ιωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες. ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ᾿Ιουδαίας διελαλεῖτο πάντα τὰ ρήματα ταῦτα, καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν μετ᾿ αὐτοῦ. Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος ῾Αγίου καὶ προεφήτευσε λέγων· Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ ᾿Ισραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ᾿Ισραήλ.

Τρίτη 19 Ιουνίου 2018

Οφθαλμός καθαρός. Ομιλία π. Αθανασίου Χατζή





Ἅγιος Βαρσανούφιος τῆς Ὄπτινα-Περί προσευχῆς


Μιά φορά ήρθε σ'εμένα να εξομολογηθεί ένας μεγαλόσχημος μοναχός και μου είπε:
-Πάτερ, απελπίστηκα. Δεν βλέπω στον εαυτό μου καμία αλλαγή προς το καλύτερο.Και πήρα και το μεγάλο αγγελικό σχήμα. Και ξέρω ότι ο Θεός θα ελέγξει λεπτομερώς ποιός ήταν πραγματικός μοναχός και ποιός μόνο φορέας του σχήματος. Πώς να διορθωθώ; Πως να είμαι νεκρός για την αμαρτία; Αισθάνομαι μεγάλη αδυναμία.
-Έχεις δίκιο, του είπα. Αν ο Θεός μας κρίνει κατά τα έργα μας χαθήκαμε, επειδή δεν έχουμε τίποτα να του παρουσιάσουμε
-Υπάρχει άραγε κάποια ελπίδα σωτηρίας;
-Σίγουρα υπάρχει. Να κάνεις όσο πιο συχνά την προσευχή σου και αφέσου στα χέρια του Θεού.
-Ποιό όμως το όφελος της προσευχής, εαν δεν συμμετέχει ο νους και η καρδιά;
-Υπάρχει τεράστιο όφελος. Η προσευχή έχει πιο πολλά σκαλοπάτια. Από την απλή εκφώνηση των λέξεων της προσευχής μέχρι τη θαυματουργική προσευχή. Ακόμη και αν βρισκόμαστε στο
χαμηλότερο σκαλοπάτι της προσευχής, ακόμη και τότε μας είναι χρήσιμη και σωτήρια. Οι ραδιουργίες του εχθρού απομακρύνονται από τον άνθρωπο που προσεύχεται.

Τὸ ναὶ ναί· καὶ τὸ οὒ οὔ Ἰωσὴφ Βρυέννιος

Ἐστὶ κακὴ ὁμόνοια, καὶ καλὴ διαφωνία· 

ἐστὶ σχισθῆναι καλῶς, καὶ ὁμονοῆσαι κακῶς· 

οἷς γὰρ ἡ φιλία ἀπωλείας πρόξενος, τούτοις τὸ μῖσος ἀρετῆς ὑπόθεσις γίνεται· 

καὶ κρείσσων ἐμπαθοῦς ὁμονοίας, ἡ ὑπὲρ ἀπαθείας διάστασις· 

καλὸν τὸ εἰρηνεύειν πρὸς πάντας, ἀλλ᾿ ὁμονοοῦντας πρὸς τὴν εὐσεβειαν·

 ἡ γὰρ εἰρήνη μετὰ μὲν τοῦ δικαίου καὶ πρέποντος, κάλλιστόν ἐστι κτῆμα καὶ λυσιτελέστατον, μετὰ δὲ κακίας, ἢ δουλείας ἐπονειδίστου, πάντων αἴσχιστόν τε καὶ βλαβερώτατον. 

Ἐπεὶ οὐδεὶς δύναται κτήσασθαι τὴν ἀγάπην τῶν πονηρῶν καὶ κακῶν, χωρὶς κακίας καὶ πονηρίας· 

μεγάλη δὲ ἀρετὴ τοῦ δικαίου, ὅταν ἔχῃ τοὺς τοῦ Θεοῦ ἐχθρούς, ἐχθρούς·

 καὶ τοὺς αὐτοῦ φίλους, φίλους·

 ὥσπερ μεγάλη κακία ἁμαρτωλοῦ, ὅταν τοὺς τοῦ Θεοῦ φίλους ἔχῃ ἐχθρούς, καὶ τοὺς ἐχθροὺς αὐτοῦ φίλους.

(ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. Ματθ. ε´ 37)


Περιέχεται εἰς τὴν ἔκδοση: Ἰωσὴφ Βρυεννίου, Τὰ Εὑρεθέντα - τόμος Β´ σελ. 22

Εὐλόγησε τοὺς ἐχθρούς μου, ὦ Κύριε!

Ἁγίου Νικολάου Βελιμίροβιτς, Ἐπισκόπου Ἀχρίδος (1880 - 5/18 Μαρτίου 1956)

Εὐλόγησε τοὺς ἐχθρούς μου, ὦ Κύριε! Ἀκόμη κι ἐγὼ τοὺς εὐλογῶ καὶ δὲν τοὺς καταριέμαι. Οἱ ἐχθροὶ μὲ ἔχουν ὁδηγήσει μέσα στὴν ἀγκάλη Σου περισσότερο ἀπὸ ὅτι οἱ φίλοι μου. Οἱ φίλοι μὲ ἔχουν προσδέσει στὴν γῆ, ἐνῷ οἱ ἐχθροὶ μὲ ἔχουν λύσει ἀπὸ τὴν γῆ καὶ ἔχουν συντρίψει ὅλες τὶς φιλοδοξίες μου στὸν κόσμο. Οἱ ἐχθροὶ μὲ ἀποξένωσαν ἀπὸ τὶς ἐγκόσμιες πραγματικότητες καὶ μὲ ἔκαναν ἕναν ξένο καὶ ἄσχετο κάτοικο τοῦ κόσμου. Ὅπως ἀκριβῶς ἕνα κυνηγημένο ζῷο βρίσκει ἀσφαλέστερο καταφύγιο ἀπὸ ἕνα μὴ κυνηγημένο, ἔτσι καὶ ἐγὼ καταδιωγμένος ἀπὸ τοὺς ἐχθρούς, ἔχω εὔρει τὸ ἀσφαλέστερο καταφύγιο προφυλασσόμενος ὑπὸ τὸ σκήνωμά Σου, ὁποῦ οὔτε φίλοι, οὔτε ἐχθροὶ μποροῦν ν᾿ ἀπωλέσουν τὴν ψυχή μου.
Εὐλόγησε τοὺς ἐχθρούς μου, ὦ Κύριε! Ἀκόμη κι ἐγὼ τοὺς εὐλογῶ καὶ δὲν τοὺς καταριέμαι. Λυτοὶ μᾶλλον παρὰ ἐγώ, ἔχουν ὁμολογήσει τὶς ἁμαρτίες μου ἐνώπιον τοῦ κόσμου. Αὐτοὶ μὲ ἔχουν μαστιγώσει κάθε φορὰ ποὺ ἐγὼ εἶχα διστάσει νὰ μαστιγωθῶ. Μὲ ἔχουν βασανίσει κάθε φορὰ ποὺ ἐγὼ εἶχα προσπαθήσει ν᾿ ἀποφύγω τὰ βάσανα. Αὐτοὶ μὲ ἔχουν ἐπιπλήξει κάθε φορὰ ποὺ ἐγὼ εἶχα κολακεύσει τὸν ἑαυτό μου. Αὐτοὶ μὲ ἔχουν κτυπήσει κάθε φορὰ ποὺ ἐγὼ εἶχα παραφουσκώσει μὲ ἀλαζονεία.
Εὐλόγησε τοὺς ἐχθρούς μου, ὦ Κύριε! Ἀκόμη κι ἐγὼ τοὺς εὐλογῶ καὶ δὲν τοὺς καταριέμαι. Κάθε φορὰ ποὺ εἶχα κάνει τὸν ἑαυτό μου σοφό, αὐτοὶ μὲ ἀποκάλεσαν

Κυριακή 17 Ιουνίου 2018

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 17 Ἰουνίου 2018, Γ΄ Ματθαίου (Ματθ. ς΄ 22-33)

ἶπεν ὁ Κύριος· ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

Παρασκευή 15 Ιουνίου 2018

Η ΠΙΟ ΕΥΚΟΛΗ ΑΜΑΡΤΙΑ ΑΒΒΑ ΔΩΡΟΘΕΟΥ



Ξέρεις πόσο μεγάλη αμαρτία είναι να κρίνεις τον πλησίον; Παραγματικά, τι μπορεί να είναι βαρύτερο απ’ αυτό; Τι άλλο μισεί τόσο πολύ και αποστρέφεται ο Θεός σαν την κατάκριση; Όπως ακριβώς είπαν οι Πατέρες, δεν υπάρχει χειρότερο πράγμα απ’ αυτήν.
Και όμως λένε ότι από αυτά τα μικροπράγματα φτάνει κανείς σ’ αυτό το τόσο μεγάλο κακό. Από το να δεχτεί μια μικρή υποψία για τον πλησίον, από το να λέει: «Τί σημασία έχει αν ακούσω τι λέει αυτός ο αδελφός; Τί σημασία έχει αν πω και εγώ αυτόν τον λόγο; Τί σημασία έχει αν δω που πάει αυτός ο αδελφός ή τι πάει να κάνει αυτός ο ξένος»; Αρχίζει. ο νους να αφήνει τις δικές του αμαρτίες και ν’ απασχολείται με τη ζωή του πλησίον.
Από εκεί φτάνει κανείς στην κατάκριση, στην καταλαλιά, στην εξουθένωση. Από εκεί πέφτει

Κυριακή 10 Ιουνίου 2018

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 10 Ἰουνίου 2018, Β΄ Ματθαίου, (Ματθ. δ΄ 18-23)

Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ ᾿Ιησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.

Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.

Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ ᾿Ιησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Παρασκευή 8 Ιουνίου 2018

Πρόσκληση





Τί εἶναι ἡ Παλαιὰ Διαθήκη;

π. Δημητρίου Μπόκου

Λένε μερικοί: Τί μᾶς ἐνδιαφέρει ἡ ἑβραϊκὴ μυθολογία; Δὲν ἔχουμε δική μας ἱστορία καὶ μυθολογία καὶ μάλιστα πολὺ ἀνώτερη ἀπὸ τὴν ἑβραϊκή;
Ὅλα τὰ γεγονότα τοῦ σχεδίου τῆς Θείας Οἰκονομίας, οἱ παρεμβά-σεις δηλαδὴ τοῦ Θεοῦ γιὰ τὴν ἀναδημιουργία καὶ σωτηρία τοῦ ἀνθρώπου καὶ τοῦ κόσμου, πραγματοποιοῦνται ἐν τόπῳ καὶ χρόνῳ. Λαμβάνουν χώρα μέσα στὴν ἀνθρώπινη ἱστορία. Ἡ Παλαιὰ Διαθήκη εἶναι «τῆς σωτηρίας ἡμῶν ἡ προκήρυξις». Ἐμφανίζει μεθοδικὰ τὴ σταδιακὴ φανέρωση «τοῦ ἀπ’ αἰῶνος μυστηρίου» τοῦ Θεοῦ. Καταγράφει δια-χρονικὰ τὴν ἱερὰ ἱστορία, δηλαδὴ τὴν ἀπ’ ἀρχῆς κόσμου βαθμιαία ἀποκάλυψη τοῦ Θεοῦ καὶ ὅλων τῶν ἐπὶ μέρους ἐνεργειῶν του κατὰ τὴν διὰ μέσου τῶν αἰώνων ἐξέλιξη τοῦ σχεδίου τῆς Θείας Οἰκονομίας.
Ἡ Παλαιὰ Διαθήκη δηλαδή, χωρὶς νὰ εἶναι βιβλίο ἱστορίας, παρα-θέτει ὅσα ἱστορικὰ δεδομένα ἀποτελοῦν τὸν περίγυρο τῶν γεγονότων τῆς Θείας Οἰκονομίας. Ἐνδιαφέρεται γιὰ τὶς συγκεκριμένες χρονικὲς στιγμὲς μέσα στὴν πανανθρώπινη ἱστορία, στὶς ὁποῖες ἐγκιβωτίσθη-καν τὰ θεῖα γεγονότα. Εἶναι τεράστιο λάθος νὰ νομίζει κανεὶς ὅτι ἡ Παλαιὰ Διαθήκη εἶναι ἡ ἱστορία ἢ ἡ μυθολογία ἑνὸς λαοῦ, ἐν προ-κειμένῳ τοῦ Ἰσραηλιτικοῦ, καὶ ὅτι δὲν ἐνδιαφέρει συνεπῶς τοὺς ἄλλους λαούς.
Ὄντως ἡ Παλαιὰ Διαθήκη δὲν εἶναι ἡ λεπτομερὴς ἱστορία ἑνὸς λαοῦ. Σκοπός της εἶναι νὰ

Σάββατο 2 Ιουνίου 2018

Τὸ Εὐαγγέλιο τῆς Κυριακῆς 3 Ἰουνίου 2018 - τῶν Ἁγίων Πάντων - Κατά Ματθ. ι΄ 32-33, 37-38, ιθ΄ 27-30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ᾿Ισραήλ. Kαὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, κατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...