Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Τετάρτη 1 Απριλίου 2020

Ἁγίου Ἀνδρέου Κρήτης ΜΕΓΑΣ ΚΑΝΩΝ



Βοηθὸς καὶ σκεπαστῆς, ἐγένετό μοὶ εἰς σωτηρίαν, οὔτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν, ἐνδόξως γὰρ δεδόξασται». (Δίς)


Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις; ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τὴ νὺν θρηνωδία; ἀλλ' ὡς εὔσπλαγχνός μοὶ δός, παραπτωμάτων ἄφεσιν.

Δεῦρο τάλαινα ψυχή, σὺν τὴ σαρκί σου τῶ πάντων Κτίστη, ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ προσάγαγε Θεόν, ἐν μετανοίᾳ δάκρυα.
 

Τὸν πρωτόπλαστον Ἀδάμ, τὴ παραβάσει παραζηλώσας, ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁμαρτίας μου.

Οἴμοι τάλαινα ψυχή! τὶ ὡμοιώθης τὴ πρώτη Εὔα; εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.




Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητὴ μοὶ κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐμπαθὴς λογισμός, δεικνὺς τὰ ἠδέα, καὶ γευόμενος ἀεί, τῆς πικρᾶς καταπόσεως.


Ἐπαξίως τῆς Ἐδέμ, προεξερρίφη ὡς μὴ φυλάξας, μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τὶ πάθω, ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;


Τὴν τοῦ Κάϊν ὑπελθῶν, μιαιφονίαν τὴ προαιρέσει, γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα, καὶ στρατεύσας κατ' αὐτῆς, ταὶς πονηραῖς μου πράξεσι.


Τὴ τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡμοιώθην δικαιοσύνη, δώρά σοὶ δεκτά, οὐ προσήξα ποτέ, οὐ πράξεις ἐνθέους, οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.


Ὡς ὁ Κάϊν καὶ ἡμεῖς, ψυχὴ ἀθλία τῶ πάντων Κτίστη, πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον, προσηγάγομεν ὁμοῦ, διὸ καὶ κατεκρίθημεν.


Τὸν πηλὸν ὁ κεραμεύς, ζωοπλαστήσας ἐνέθηκάς μοί, σάρκα καὶ ὀστά, καὶ πνοὴν καὶ ζωήν. Ἀλλ' ὧ Ποιητά μου, Λυτρωτά μου καὶ Κριτὰ μετανοοῦντα δέξαι με.


Ἐξαγγέλλω σοὶ Σωτήρ, τὰς ἁμαρτίας ἃς εἰργασάμην, καὶ τὰς τῆς ψυχῆς, καὶ τοῦ σώματός μου πληγάς, ἃς μοὶ ἔνδον, μιαιφόνοι λογισμοί, ληστρικῶς ἐναπέθηκαν.


Εἰ καὶ ἥμαρτον Σωτήρ, ἀλλ' οἶδα ὅτι φιλάνθρωπος εἶ, πλήττεις συμπαθῶς, καὶ σπλαγχνίζη θερμῶς, δακρῦ ὀντα βλέπεις, καὶ προστρέχεις ὡς Πατηρ, ἀνακαλῶν τόν Ἄσωτον.


Ἐρριμμένον μὲ Σωτήρ, πρὸ τῶν θυρῶν σου κὰν ἐν τῷ γήρει, μὴ μὲ ἀπορρίψης εἰς Ἄδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους, ὡς φιλάνθρωπός μοὶ δός, παραπτωμάτων ἄφεσιν.


Τὴν οὐσίαν μου Σωτήρ, καταναλώσας ἐν ἀσωτίᾳ, ἔρημός εἰμι, ἀρετῶν εὖ σεβῶν, λιμώττων δὲ κράζω. Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, προφθάσας σὺ με οἴκτειρον.


Ὁ λησταῖς περιπεσῶν, ἐγὼ ὑπάρχων τοὶς λογισμοίς μου, ὅλως ὑπ' αὐτῶν τετραυμάτισμαι νύν, ἐπλήσθην μωλώπων, ἀλλ' αὐτὸς μοὶ ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.


Ἱερεὺς μὲ προϊδῶν, ἀντιπαρῆλθε, καὶ ὁ Λευϊτης, βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυμνόν, ἀλλ' ὁ ἐκ Μαρίας, ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστὰς μὲ οἴκτειρον.


Ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁμαρτίας, ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοὶ δός, δάκρυα κατανύξεως.


Μετανοίας ὁ καιρός, προσέρχομαί σοὶ τῶ Πλαστουργῶ μου, Ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοὶ δός, δάκρυα κατανύξεως.


Μὴ βδελύξη με Σωτήρ, μὴ ἀπορρίψης τοῦ σοῦ προσώπου, ἆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοὶ δός, παραπτωμάτων ἄφεσιν.


Τὰ ἑκούσια Σωτήρ, καὶ τὰ ἀκούσια πταίσματά μου, καὶ τὰ φανερά, καὶ κρυπτὰ καὶ γνωστά, καὶ ἄγνωστα πάντα, συγχωρήσας ὡς Θεός, ἱλάσθητι, καὶ σώσόν με.


Ἐκ νεότητος Σωτὴρ τὰς ἐντολάς σου ἐπαρωσάμην, ὅλον ἐμπαθῶς, ἀμελῶν ῥαθυμῶν, παρῆλθον τὸν βίον, διὸ κράζω σοὶ Σωτήρ, κὰν ἐν τῷ τέλει, σώσόν με.


Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τὴ ἁμαρτία, ἔρημός εἰμι ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω. ὁ ἐλέους χορηγός, προφθάσας σὺ με οἴκτειρον.


Σοὶ προσπίπτω Ἰησοῦ. Ἡμάρτηκά σοὶ ἱλάσθητί μοί, ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνος Θεός, μετανοοῦντα δέξαι με.


Μὴ εἰσέλθης μέτ' ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμᾷς, ἄλλ ἐν οἰκτιρμοῖς σου, παρορῶν μου τὰ δεινά, σώσόν με Παντοδύναμε.






Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν


Σὴν μοὶ δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προμηθείας, χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασμόν, καὶ ἆσαι προθύμως, τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήματα.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ὑποκύψασα Χριστοῦ, τοὶς θείοις νόμοις, τούτω προσῆλθες, τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρμᾷς, λιποῦσα καὶ πᾶσαν, ἀρετὴν πανευλαβῶς, ὡς μίαν ἑκατώρθωσας.






Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ἱκεσίαις σου ἡμᾶς, Ἀνδρέα ῥύσαι παθῶν ἀτίμων, καὶ τῆς βασιλείας, νὺν Χριστοῦ κοινωνούς, τοὺς πίστει καὶ πόθω, ἀνυμ νούντάς σε κλεινέ, ἀνάδειξον δεόμεθα.






Δόξα...


Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοὶ δός, δάκρυα κατανύξεως.


Καὶ νύν... Θεοτοκίον


Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ἆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.






Ὠδὴ β'






Ὁ Εἱρμὸς


«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημησαντα». (Δίς)


Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, μετανοούσης Θεῷ, καὶ ἀνυμνούσης αὐτόν.


Πρόσχες μοί, ὁ Θεὸς ὁ Σωτήρ μου, ἰλέω ὄμματί σου, καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν.


Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοί, ἀλλ' οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίημά σου.


Ζάλη με, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλ' ὡς τῶ Πέτρω καμοί, τὴν χείρα ἔκτεινον.


Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρμον, καγῶ προβάλλομαι. Ἱλάσθητί μοὶ Σωτήρ, τὴ εὐσπλαγχνία σου.


Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.


Ἠμαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταὶς τῶν παθῶν ἡδοναίς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.


Διέρρηξα, νὺν τὴν στολήν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοί, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.


Ἐνδέδυμαι, διερρηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοί, ὁ ὄφις τὴ συμβουλή, καὶ καταισχύνομαι.


Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἡπατήθην τὸν νοῦν, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.


Ἐτέκταινον, ἐπὶ τὸν νώτόν μου πάντες, οἱ ἀρχηγοὶ τῶν κακῶν, μακρύνοντες κατ' ἐμοῦ τὴν ἀνομίαν αὐτῶν.


Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.


Κατέρραψε, τοὺς δερματίνους χιτῶνας, ἡ ἁμαρτία καμοί, γυμνώσασά με τῆς πρίν, θεοϋφάντου στολῆς.


Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς, εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.


Ἐστόλισμαι, κατεστιγμένον χιτῶνα, καὶ ἠμαγμένον αἰσχρῶς, τὴ ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.


Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.


Ὑπέπεσα, τὴ τῶν παθῶν ἀλγηδόνι, καὶ τὴ ἐνύλω φθορά, καὶ ἔνθεν νὺν ὁ ἐχθρός, καταπιέζει με.


Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ, προκρῖνας νὺν τὸν βαρύν, κλοιὸν περίκειμαι.


Ἐκόσμησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τὴ τῶν αἰσχρῶν λογισμῶν, ποικίλη περιβολή, καὶ κατακρίνομαι.


Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα, τῆς ἔνδον ὑπεριδῶν, Θεοτυπώτου σκηνῆς.


Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν, ταὶς φιληδόνοις ὁρμαίς, ἐλυμηνάμην τοῦ νοῦ τὴν ὡραιότητα.


Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοὶς πάθεσιν, ἀλλ' ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.


Ἡμάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοί, μόνος ἡμάρτηκά σοί, ὡς μύρον δέχου Σωτὴρ καμοῦ τὰ δάκρυα.


Ὠλίσθησα, ὡς ὁ Δαυϊδ ἀκολάστως, καὶ βεβορβόρωμαι, ἀλλ' ἀποπλύναις καμέ, Σωτὴρ τοὶς δάκρυσί μου.


Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοί, Σῶτερ ἱλάσθητί μοί, οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοί.


Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν, αὐτὸς μοὶ ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.


Τὴν θύραν σου, μὴ ἀποκλείσης μοὶ τότε, Κύριε, Κύριε, ἀλλ' ἄνοιξόν μοὶ αὐτὴν μετανοούντί σοί.


Φιλάνθρωπε, ὁ θέλων πάντας σωθῆναι, σὺ ἀνακαλέσαί με, καὶ δέξαι ὡς ἀγαθός, μετανοούντά με.


Ἐνώτισαι, τοὺς στεναγμοὺς τῆς ψυχῆς μου, καὶ τῶν ἐμῶν ὀφθαλμῶν, προσδέχου τοὺς σταλαγμούς. Κύριε σώσόν με.






Θεοτοκίον


Ἄχραντε, Θεοτόκε Παρθένε μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.






Εἱρμὸς ἄλλος


«Ἴδετε ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῶ λαῶ μου, τὴ μόνη δεξιά, καὶ τὴ ἰσχὺϊ τὴ ἐμή».


Ἴδετε ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός, ἐνωτίζου ψυχή μου, τοῦ Κυρίου βοῶντος, καὶ ἀποσπάσθητι τῆς πρώην ἁμαρτίας, καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.


Τίνι ὡμοιώθης, πολυαμάρτητε ψυχὴ; οἴμοι τῶ πρώτω Κάϊν, καὶ τῶ Λάμεχ ἐκείνω, λιθοκτονήσασα τὸ σῶμα κακουργίαις, καὶ κτείνασα τὸν νοῦν, ταὶς παραλόγοις ὁρμαίς.


Πάντας τοὺς πρὸ νόμου, παραδραμοῦσα ὧ ψυχή, τῶ Σὴθ οὐχ ὡμοιώθης, οὐ τὸν Ἐνῶς ἐμιμήσω, οὐ τὸν Ἐνὼχ τὴ μεταθέσει, οὐ τὸν Νῶε, ἀλλ' ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.


Μόνη ἐξήνοιξας, τοὺς καταρράκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή μου, καὶ κατέκλυσας πᾶσαν, ὡς γὴν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον, καὶ ἔμεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.


Ἄνδρα ἀπέκτεινα, φησίν, εἰς μώλωπα ἐμοί, καὶ νεανίσκον εἰς τραῦμα, Λάμεχ θρηνῶν ἐβόα, σὺ δὲ οὐ τρέμεις ὧ ψυχή μου, ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦν, κατασπιλώσασα.


Ὧ πῶς ἐζήλωσα, Λάμεχ τὸν πρώην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα, τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφὸν δέ μου τὸ σῶμα ἀποκτεῖνας, ὡς Κάϊν ὁ φονεύς, ταὶς φιληδόνοις ὁρμαίς!


Πύργον ἐσοφίσω, οἰκοδομῆσαι, ὧ ψυχή, καὶ ὀχύρωμα πῆξαι, ταὶς σαὶς ἐπιθυμίαις, εἰμὴ συνέχεεν ὁ κτίστης τὰς βουλάς σου, καὶ κατέαξεν εἰς γήν, τὰ μηχανήματά σου.


Τέτρωμαι, πέπληγμαι, ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστίξαντά μου, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πηρώσεις, βοῶσι τὰς πληγάς, τῶν αὐθαιρέτων μου παθῶν.


Ἕβρεξε Κύριος, παρὰ Κυρίου πὺρ ποτέ, ἀνομίαν ὀργώσαν, πυρπολήσας Σοδόμων, σὺ δὲ τὸ πὺρ ἐξέκαυσας τὸ τῆς γεέννης, ἐν ὧ μέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.


Γνῶτε καὶ ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός, ὁ ἐρευνῶν καρδίας, καὶ κολάζων ἐννοίας, ἐλέγχων πράξεις, καὶ φλογίζων ἁμαρτίας, καὶ κρίνων ὀρφανόν, καὶ ταπεινὸν καὶ πτωχόν.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ἥπλωσας χείράς σου, πρὸς τὸν οἰκτίρμονα Θεόν, Μαρία ἐν ἀβύσσῳ, κακῶν βυθιζομένη, καὶ ὡς τῶ Πέτρω φιλανθρώπως χείρα βοηθείας, ἐξέτεινε τὴν σήν, ἐπιστροφήν πάντως ζητῶν.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ὅλη προθυμία, πόθω προσέδραμες Χριστῷ, τὴν πρὶν τῆς ἁμαρτίας, ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἐρήμοις ταὶς ἀβάτοις τρεφομένη, καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.






Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ἴδωμεν ἴδωμεν, φιλανθρωπίαν ὧ ψυχή, τοῦ Θεοῦ καὶ Δεσπότου, διὰ τοῦτο πρὸ τέλους, αὐτῷ σὺν δάκρυσι, προσπέσωμεν βοῶντες. Ἀνδρέου ταὶς λιταίς, Σῶτερ ἐλέησον ἡμᾶς.






Δόξα...


Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοούντά με δέξαι, ἡμαρτηκότα σῶσον, σὸν εἰμι πλάσμα, μὴ παρίδης, ἀλλὰ φεῖσαι καὶ ῥύσαι, τοῦ πυρὸς τῆς καταδίκης με.






Καὶ νύν... Θεοτοκίον


Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα καὶ Κτίστην καὶ Υἱόν σου, ἰλέωσαι καμοί, ταὶς ἱκεσίαις ταὶς σαίς.






Ὠδὴ γ'






Ὁ Εἱρμὸς


«Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον».


Πὺρ παρὰ Κυρίου ποτέ, Κύριος ἐπιβρέξας, τὴν γὴν Σοδόμων πρὶν κατέφλεξεν.


Εἰς τὸ ὄρος σώζου ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος, καὶ εἰς Σηγὼρ προανασώθητι.


Φεῦγε ἐμπρησμὸν ὧ ψυχή, φεῦγε Σοδόμων καύσιν, φεῦγε φθορὰν θείας φλογώσεως.


Ἐξομολογούμαί σοὶ Σωτήρ. Ἡμαρτὸν σοὶ ἀμέτρως, ἀλλ' ἄνες ἄφες μοί, ὡς εὔσπλαγχνος.


Ἡμαρτὸν σοὶ μόνος ἐγώ, ἥμαρτον ὑπὲρ πάντας, Χριστὲ Σωτὴρ μὴ ὑπερίδης με.


Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ζήτησόν με τὸν ἄρνα, καὶ πλανηθέντα μὴ παρίδης με.


Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός μου, ἐν σοὶ Σωτὴρ δικαιωθήσομαι.


Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον ἡμᾶς


Ὧ Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡμᾶς ἐκ πλάνης, καὶ πειρασμῶν καὶ περιστάσεων.


Θεοτοκίον


Χαῖρε θεοδόχε Γαστήρ, χαῖρε θρόνε Κυρίου, χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡμῶν.






Ἄλλος Εἱρμὸς


«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἔντολών σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος ὑπάρχεις καὶ Κύριος». (Δίς)


Πηγὴν ζωῆς κέκτημαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην, καὶ βοῶ σοὶ ἐκ καρδίας μου, πρὸ τοῦ τέλους. Ἥμαρτον ἱλάσθητι σώσόν με.


Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐμιμησάμην, τὴν ἐκείνων κληρωσάμενος, καταδίκην, ἐν κατακλυσμῷ καταδύσεως.


Ἡμάρτηκα Κύριε, ἡμάρτηκά σοὶ ἱλάσθητί μοί, οὐ γὰρ ἐστιν ὃς τὶς ἥμαρτεν, ἐν ἀνθρώποις, ὃν οὐχ ὑπερέβην τοὶς πταίσμασι.


Τὸν Χὰμ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν μιμησαμένη, τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον, ὀπισθοφανῶς ἀνακάμψασα.


Τὴν εὐλογίαν τοῦ Σήμ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία, οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ, ἔσχες ἐν τῇ γῆ τῆς ἀφέσεως.


Ἐκ γῆς Χαρρὰν ἔξελθε, τῆς ἁμαρτίας ψυχή μου, δεῦρο εἰς γὴν ῥέουσαν ἀείζωον, ἀφθαρσίαν, ἣν ὁ Ἀβραὰμ ἐκληρώσατο.


Τὸν Ἀβραὰμ ἤκουσας, πάλαι ψυχή μου καταλιπόντα, γὴν πατρώαν, καὶ γενόμενον, μετανάστην, τούτου τὴν προαίρεσιν μίμησαι.


Ἐν τῇ δρυϊ τὴ Μαμβρή, φιλοξενήσας ὁ Πατριάρχης, τοὺς Ἀγγέλους ἐκληρώσατο, μετὰ γῆρας, τῆς ἐπαγγελίας τὸ θήραμα.


Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή μου καινὴν θυσίαν, μυστικῶς ὁλοκαρπούμενον, τῶ Κυρίω, μίμησαι αὐτοῦ τὴν προαίρεσιν.


Τὸν Ἰσραὴλ ἤκουσας, νῆφε ψυχή μου ἐκδιωχθέντα, ὡς παιδίσκης ἀποκύημα, βλέπε μήπως, ὅμοιόν τι πάθης λαγνεύουσα.


Τὴ Ἄγαρ πάλαι ψυχή, τὴ Αἰγυπτία παρωμοιώθης, δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα, νέον Ἰσμαήλ, τὴν αὐθάδειαν.


Τὴν Ἰακὼβ κλίμακα, ἔγνως ψυχή μου δεικνυομένην, ἀπὸ γὴς πρὸς τὰ οὐράνια, τὶ μὴ ἔσχες, βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;


Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα μεμονωμένον, τοῦ Χριστοῦ τὸ ἀφομοίωμα, τοῦ ἐν κόσμῳ, βίου ἐν ἀνθρώποις μιμήθητι.


Μὴ γένη στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω, τὸ ὑπόδειγμα φοβείτω σε, τῶν Σοδόμων, ἄνω εἰς Σηγὼρ διασώθητι.


Τὸν ἐμπρησμόν, ὥσπερ Λώτ, φεῦγε ψυχή μου τῆς ἁμαρτίας, φεῦγε Σόδομα καὶ Γόμορρα.


φεῦγε φλόγα, πάσης παραλόγου ὀρέξεως.


Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοί, ὅτε ἤξεις μέτ' Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατ' ἀξίαν τῶν πράξεων.


Τὴν δέησιν Δέσποτα, τῶν σὲ ὑμνούντων μὴ ἀπορρίψης, ἀλλ' οἰκτείρησον φιλάνθρωπε, καὶ παράσχου, πίστει αἰτουμένοις τὴν ἄφεσιν.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Συνέχομαι κλύδωνι, καὶ τρικυμία Μῆτερ πταισμάτων, ἀλλ' αὐτὴ μὲ νὺν διάσωσον, καὶ πρὸς ὅρμον, θείας μετανοίας εἰσάγαγε.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ἰκέσιον δέησιν, νυνὶ Ὁσία προσαγαγοῦσα, πρὸς τὴν εὔσπλαγχνον πρεσβεία σου, Θεοτόκον, ἄνοιξόν μοὶ θείας εἰσόδους σου.






Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ταὶς σαὶς λιταὶς δώρησαι, καμοὶ τὴν λύσιν τῶν ὀφλημάτων, ὧ Ἀνδρέα Κρήτης Πρόεδρε, μετανοίας, σὺ μυσταγωγὸς γὰρ πανάριστος.






Δόξα...


Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.






Καὶ νύν... Θεοτοκίον


Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα Παρθένος θηλάζουσα.






Εἱρμὸς


«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἔντολών σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος ὑπάρχεις καὶ Κύριος».






Ὠδὴ δ'






Ὁ Εἱρμὸς


«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι καὶ ἔλεγεν. Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τὴ δυνάμει σου Κύριε». (Δίς)


Τὰ ἔργα σου μὴ παρίδης, τὸ πλάσμα σου μὴ παρόψη Δικαιοκρῖτα, εἰ καὶ μόνος ἥμαρτον ὡς ἄνθρωπος, ὑπὲρ πάντα ἄνθρωπον Φιλάνθρωπε, ἀλλ' ἔχεις ὡς Κύριος πάντων τὴν ἐξουσίαν, ἀφιέναι ἁμαρτήματα.


Ἐγγίζει ψυχὴ τὸ τέλος, ἐγγίζει καὶ οὐ φροντίζεις, οὐχ ἑτοιμάζη. Ὁ καιρὸς συντέμνει, διανάστηθι, ἐγγὺς ἐπὶ θύραις ὁ Κριτὴς ἐστιν, ὡς ὄναρ, ὡς ἄνθος ὁ χρόνος τοῦ βίου τρέχει, τὶ μάτην ταραττόμεθα;


Ἀνάνηψον ὧ ψυχή μου, τὰς πράξεις σου ἃς εἰργάσω ἀναλογίζου, καὶ ταύταις ἐπ' ὄψεσι προσάγαγε, καὶ σταγόνας στάλαξον δακρύων σου, εἰπὲ παρρησία τὰς πράξεις, τὰς ἐνθυμήσεις, Χριστῷ, καὶ δικαιώθητι.


Οὐ γέγονεν ἐν τῷ βίω, ἁμάρτημα οὐδὲ πρᾶξις, οὐδὲ κακία, ἣν ἐγὼ Σωτὴρ οὐκ ἐπλημμέλησα, κατὰ νοῦν καὶ λόγον, καὶ προαίρεσιν, καὶ θέσει, καὶ γνώμη, καὶ πράξει ἐξαμαρτήσας, ὡς ἄλλος οὐδεὶς πώποτε.


Ἐντεῦθεν καὶ κατεκρίθην, ἐντεῦθεν κατεδικάσθην ἐγὼ ὁ τάλας, ὑπὸ τῆς οἰκείας συνειδήσεως, ἢς οὐδὲν ἐν κόσμῳ βιαιότερον. Κριτὰ λυτρωτά μου καὶ γνώστα, φεῖσαι καὶ ῥύσαι, καὶ σώσόν με τὸν δείλαιον.


Ἡ κλῖμαξ ἣν εἶδε πάλαι, ὁ μέγας ἐν Πατριάρχαις, δεῖγμα ψυχή μου, πρακτικῆς ὑπάρχει ἐπιβάσεως, γνωστικῆς τυγχάνει ἀναβάσεως, εἰ θέλεις οὖν πράξει, καὶ γνώσει καὶ θεωρία, βιοῦν ἀνακαι νίσθητι.


Τὸν καύσωνα τῆς ἡμέρας, ὑπέμεινε δι' ἔνδειαν ὁ Πατριάρχης καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκε, καθ' ἡμέραν κλέμματα ποιούμενος, ποιμαίνων, πυκτεύων, δουλεύων, ἵνα τὰς δύω, γυναῖκας εἰσαγάγηται.


Γυναίκάς μοὶ δύω νόει, τὴν πράξίν τε καὶ τὴν γνῶσιν ἐν θεωρίᾳ, τὴν μὲν Λείαν, πρᾶξιν ὡς πολύτεκνον, τὴν Ῥαχὴλ δέ, γνῶσιν ὡς πολύπονον, καὶ γὰρ ἄνευ πόνων, οὐ πρᾶξις, οὐ θεωρία, ψυχὴ κατορθωθήσεται.


Γρηγόρησον ὧ ψυχή μου, ἀρίστευσον ὡς ὁ μέγας ἐν Πατριάρχαις, ἵνα κτήσῃ πρᾶξιν μετὰ γνώσεως, ἵνα χρηματίσης νοὺς ὁρῶν τὸν Θεόν, καὶ φθάσης τὸν ἄδυτον γνόφον ἐν θεωρίᾳ, καὶ γένη μεγαλέμπορος.


Τοὺς δώδεκα Πατριάρχας, ὁ μέγας ἐν Πατριάρχαις παιδοποιήσας, μυστικῶς ἐστήριξέ σοὶ κλίμακα, πρακτικῆς ψυχη μου ἀναβάσεως, τοὺς παίδας, ὡς βάθρα, τὰς βάσεις, ὡς ἀναβάσεις, πανσόφως ὑποθέμενος.


Ἡσαὺ τὸν μεμισημενον, ζηλοῦσα ψυχή, ἀπέδου τῶ πτερνιστή σου, τὰ τοῦ πρώτου κάλλους πρωτοτόκια, καὶ τῆς πατρικῆς εὐχῆς ἐξέπεσας, καὶ δὶς ἑπτερνίσθης ἀθλία, πράξει καί, γνώσει, διὸ νὺν μετανόησον.


Ἐδὼμ ὁ Ἡσαὺ ἐκλήθη, δι' ἄκραν θηλυμανίας ἐπιμιξίαν, ἀκρασία γὰρ ἀεὶ πυρούμενος, καὶ ταὶς ἡδοναὶς κατασπιλούμενος. Ἐδὼμ ὠνομάσθη, ὃ λέγεται θερμασία, ψυχῆς φιλαμαρτήμονος.


Ἰὼβ τὸν ἐπὶ κοπρίας, ἀκούσασα ὧ ψυχή μου δικαιωθέντα, τὴν αὐτοῦ ἀνδρείαν οὐκ ἐζήλωσας, τὸ στερρὸν οὐκ ἔσχες τῆς προθέσεως, ἐν πάσιν οἷς ἔγνως, οἷς οἶδας, οἷς ἐπειράσθης, ἀλλ' ὤφθης ἀκαρτέρητος.


Ὁ πρότερον ἐπὶ θρόνου, γυμνὸς νὺν ἐπὶ κοπρίας καθηλκωμένος, ὁ πολὺς ἐν τέκνοις καὶ περίβλεπτος, ἄπαις ἀφαιρέοικος αἰφνίδιον, παλάτιον γὰρ τὴν κοπρίαν, καὶ μαργαρίτας, τὰ ἕλκη ἑλογίζετο.


Βασίλειον τὴν ἀξίαν, διάδημα καὶ πορφύραν ἠμφιεσμένος, πολυκτήμων ἄνθρωπος καὶ δίκαιος, πλούτω ἐπιβρίθων καὶ βοσκήμασιν, ἐξαίφνης τὸν πλοῦτον, τὴν δόξαν, τὴν βασιλείαν, πτωχεύσας ἀπεκείρατο.


Εἰ δίκαιος ἣν ἐκεῖνος, καὶ ἄμεμπτος παρὰ πάντας, καὶ οὐκ ἀπέδρα, τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα, σὺ φιλαμαρτήμων οὖσα τάλαινα, ψυχὴ τὶ ποιήσεις, ἐάν τὶ τῶν ἀδοκήτων, συμβὴ ἐπενεχθήναί σοὶ;


Τὸ σῶμα κατερρυπώθην, τὸ πνεῦμα κατεσπιλώθην, ὅλως ἠλκώθην, ἀλλ' ὡς ἰατρὸς Χριστὲ ἀμφότερα, διὰ μετανοίας μοὶ θεράπευσον, ἀπόλουσον, κάθαρον, πλῦνον, δεῖξον Σωτήρ μου, χιόνος καθαρώτερον.


Τὸ Σώμά σου καὶ τὸ Αἷμα, σταυρούμενος ὑπὲρ παντων, ἔθηκας Λόγε, τὸ μὲν Σῶμα, ἵνα ἀναπλάσης με, τὸ δὲ Αἷμα, ἵνα ἀποπλύνης με, τὸ πνεῦμα παρέδωκας, ἵνα ἐμὲ προσάξης, Χριστὲ τῶ σῶ Γεννήτορι.


Εἰργάσω τὴν σωτηρίαν, ἐν μέσῳ τῆς γῆς οἰκτίρμον, ἵνα σωθῶμεν, ἑκουσίως ξύλω ἀνεσταύρωσαι, ἡ Ἐδὲμ κλεισθεῖσα ἀνεώγνυτο, τὰ ἄνω, τὰ κάτω, ἡ κτίσις, τὰ ἔθνη πάντα, σωθέντα προσκυνούσί σε.


Γενέσθω μοὶ κολυμβήθρα, τὸ Αἷμα τὸ ἐκ πλευρᾶς σου, ἅμα καὶ πόμα, τὸ πηγάσαν ὕδωρ τῆς ἀφέσεως, ἵνα ἑκατέρωθεν καθαίρωμαι, χριόμενος, πίνων, ὡς χρίσμα καὶ πόμα Λόγε, τὰ ζωηρά σου λόγια.


Γυμνὸς εἰμι τοῦ Νυμφῶνος, γυμνὸς εἰμι καὶ τοῦ γάμου, ἅμα καὶ δείπνου, ἡ λαμπὰς ἐσβέσθη ὡς ἀνέλαιος, ἡ παστὰς ἐκλείσθη μοὶ καθεύδοντι, τὸ δεῖπνον ἑβρώθη, ἐγὼ δὲ χείρας καὶ πόδας, δεθεὶς ἔξω ἀπέρριμμαι.


Κρατήρα ἡ Ἐκκλησία, ἐκτήσατο τὴν Πλευράν σου τὴν ζωηφόρον, ἐξ ἦς ὁ διπλοῦς ἡμῖν ἐξέβλυσε, κρουνὸς τῆς ἀφέσεως καὶ γνώσεως, εἰς τύπον τῆς πάλαι, τῆς νέας, τῶν δύω ἅμα, Διαθηκῶν Σωτὴρ ἡμῶν.


Ὁ χρόνος ὁ τῆς ζωῆς μου, ὀλίγος καὶ πλήρης πόνων καὶ πονηρίας, ἀλλ' ἐν μετανοίᾳ μὲ παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι μὴ γένωμαι κτῆμα, μὴ βρώμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.


Ὑψήγορος νὺν ὑπάρχω, θρασὺς δὲ καὶ τὴν καρδίαν, εἴκῇ καὶ μάτην, μὴ τῶ Φαρισαίω συγκαταδικάσης με, μᾶλλον τοῦ Τελώνου τὴν ταπείνωσιν, παράσχου μοὶ μόνε οἰκτίρμον, δικαιοκρῖτα, καὶ τούτω συναρίθμησον.


Ἐξήμαρτον ἐνυβρίσας, τὸ σκεῦος τὸ τῆς σαρκός μου, οἶδα οἰκτίρμον, ἀλλ' ἐν μετανοίᾳ μὲ παράλαβε, καὶ ἓν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρώμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.


Αὐτείδωλον ἐγενόμην, τοὶς πάθεσι τὴν ψυχήν μου καταμολύνας, ἀλλ' ἓν μετανοία μὲ παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρώμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.


Οὐκ ἤκουσα τῆς φωνῆς σου, παρήκουσα τῆς γραφῆς σου τοῦ Νομοθέτου, ἀλλ' ἐν μετανοίᾳ μὲ παράλαβε, καὶ ἐν ἐπὶ' γνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρώμα τοῦ ἀλλοτρίου, Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ἀσώματον πολιτείαν, ἐν σώματι μετελθοῦσα, χάριν Ὁσία, πρὸς Θεοῦ μεγίστην ὄντως εἴληφας, τῶν πιστῶς τιμώντων σὲ προϊστασο, διὸ δυσωποῦμεν, παντοίων πειρατηρίων, ἡμᾶς εὐχαίς σου λύτρωσαι.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Μεγάλων ἀτοπημάτων, εἰς βάθος κατενεχθεῖσα, οὐ κατεσχέθης, ἀλλ' ἀνέδραμες λογισμῶ κρείττονι, πρὸς τὴν ἀκροτάτην διαπράξεως, σαφῶς ἀρετὴν παραδόξως, Ἀγγέλων φύσιν, Μαρία καταπλήξασα.






Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ἀνδρέα Πατέρων κλέος, εὐχαίς σου μὴ ἐπιλάθη καθικετεύων, παρεστὼς Τριάδα τὴν ὑπέρθεον, ὅπως λυτρωθῶμεν τῆς κολάσεως, οἱ πόθω προστάτην σὲ θεῖον, ἐπικαλοῦντες, τὸ Κρήτης ἐγκαλλώπισμα.






Δόξα...


Ἀμέριστον τὴ οὐσία, ἀσύγχυτον τοὶς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν θεότητα, ὡς Ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοὶ τὸ Ἄσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.






Καὶ νύν... Θεοτοκίον


Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις δι' ἀμφοτέρων, φύσει Παρθένος, ὁ τεχθεὶς καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις. ποιεῖ γὰρ ὅσα βούλεται.






Ὠδὴ ε'






Ὁ Εἱρμὸς


«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον καμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου». (Δίς)


Ἐν νυκτὶ τὸν βίον μου διῆλθον ἀεί, σκότος γὰρ γέγονε, καὶ βαθείά μοὶ ἀχλύς, ἡ νὺξ τῆς ἁμαρτίας, ἀλλ' ὡς ἡμέρας υἱόν, Σωτὴρ ἀνάδειξόν με.


Τὸν Ῥουβὶμ μιμούμενος ὁ τάλας ἐγώ, ἔπραξα ἄθεσμον, καὶ παράνομον βουλήν, κατὰ Θεοῦ Ὑψίστου, μιάνας κοίτην ἐμήν, ὡς τοῦ πατρὸς ἐκεῖνος.


Ἐξομολογούμαί σοὶ Χριστὲ Βασιλεῦ. Ἥμαρτον ἥμαρτον, ὡς οἱ πρὶν τῶ Ἰωσήφ, ἀδελφοὶ πεπρακότες, τὸν τῆς ἁγνείας καρπόν, καὶ τὸν τῆς σωφροσύνης.


Ὑπὸ τῶν συγγόνων ἡ δικαία ψυχή, δέδοτο πέπρατο, εἰς δουλείαν ὁ γλυκύς, εἰς τύπον τοῦ Κυρίου, αὐτὴ δὲ ὅλη ψυχή, ἐπράθης τοὶς κακοίς σου.


Ἰωσὴφ τὸν δίκαιον, καὶ σώφρονα νοῦν, μίμησαι τάλαινα, καὶ ἀδόκιμε ψυχή, καὶ μὴ ἀκολασταὶ νοῦ, ταὶς παραλόγοις ὁρμαίς, ἀεὶ παρανομοῦσα.


Εἰ καὶ λάκκω ὧ κησε ποτὲ Ἰωσήφ, Δέσποτα Κύριε, ἀλλ' εἰς τύπον τῆς Ταφῆς, καὶ τῆς Ἐγέρσεώς σου, ἐγὼ δὲ τὶ σοὶ ποτέ, τοιοῦτο προσενέγκω;


Τοῦ Μωσέως ἤκουσας τὴν θήβην ψυχή, ὕδασι, κύμασι φερομένην ποταμοῦ, ὡς ἐν θαλάμῳ πάλαι, φυγοῦσαν δρᾶμα πικρόν, βουλῆς Φαραωνίτου.


Εἰ τὰς μαίας ἤκουσας κτει νούσας ποτέ, ἄνη βὸν τάλαινα, τὴν ἀρρενωπὸν ψυχή, τῆς σωφροσύνης πρᾶξιν, νὺν ὡς ὁ μέγας Μωσής, τιθηνοῦ τὴν σοφίαν.


Ὡς Μωσὴς ὁ μέγας τὸν Αἰγύπτιον νοῦν, πλήξασα τάλαινα, οὐκ ἀπέκτεινας ψυχή, καὶ πῶς οἰκήσεις λέγε, τὴν ἔρημον τῶν παθῶν, διὰ τῆς μετανοίας;


Τὰς ἐρήμους ὤκησεν ὁ μέγας Μωσής, δεῦρο ἵνα καὶ τῆς δὲ μίμησαι, τὴν αὐτοῦ διαγωγήν, ἐν βάτῳ, θεοφανείας ψυχή, ἐν θεωρίᾳ γένη.


Τὴν Μωσέως ῥάβδον εἰκονίζου ψυχή, πλήττουσαν θάλασσαν, καὶ πηγνύουσαν βυθόν, τύπω Σταυροῦ τοῦ θείου, δι' οὗ δυνήση καὶ σύ, μεγάλα ἐκτελέσαι.


Ἀαρῶν προσέφερε τὸ πὺρ τῶ Θεῷ, ἄμωμον ἄδολον, ἀλλ' ὀφνεῖ, καὶ Φινεές, ὡς σὺ ψυχὴ προσῆγον, ἀλλότριον τῶ Θεῷ, ῥερυπωμένον βίον.


Ὡς βαρὺς τὴν γνώμην Φαραὼ τῶ πικρῶ, γέγονα Κύριε, Ἰαννὴς καὶ Ἰαμβρὴς τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ ὑποβρύχιος νούς, ἀλλὰ βοήθησόν μοί.


Τῶ πηλῶ συμπέφυρμαι ὁ τάλας τὸν νοῦν, πλύνόν με Δέσποτα, τῶ λουτήρι τῶν ἐμῶν, δακρύων δέομαί σου, τὴν τῆς σαρκός μου στολήν, λευκάνας ὡς χιόνα.


Ἐὰν ἐρευνήσω μου τὰ ἔργα Σωτήρ, ἅπαντα ἄνθρωπον, ὑπερβάντα ἐμαυτόν, ὁρῶ ταὶς ἁμαρτίαις, ὅτι ἐν γνώσει φρενῶν, ἥμαρτον, οὐκ ἀγνοίᾳ.


Φεῖσαι φεῖσαι Κύριε, τοῦ πλάσματός σου. Ἥμαρτον ἄνες μοί, ὁ τὴ φύσει καθαρός, αὐτὸς ὑπάρχων μόνος, καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου.


Δι' ἐμὲ Θεὸς ὧν ἐμορφώθης ἐμέ, ἔδειξας θαύματα, ἰασάμενος λεπρούς, καὶ παραλύτους σφίγξας, Αἱμόρρου στήσας Σωτήρ, ἁφὴ κρασπέδου ῥύσιν.


Τὴν Αἱμόρρουν μιμησαι ἀθλία ψυχὴ πρόσδραμε κράτησον, τοῦ κρασπέδου τοῦ Χριστοῦ, ἵνα ῥυσθὴς μαστίγων, ἀκούσης δὲ παρ' αὐτοῦ Ἡ πίστις σου σέσωκέ σε.


Τὴν χαμαὶ συγκύπτουσαν μιμοῦ ὧ ψυχή, πρόσελθε, πρόσπεσον, τοὶς ποσὶ τοῦ Ἰησοῦ, ἵνα σὲ ἀνορθώσῃ, καὶ βηματίσεις ὀρθῶς, τὰς τρίβους τοῦ Κυρίου.


Εἰ καὶ φρέαρ Δέσποτα ὑπάρχεις βαθύ, βλύσόν μοὶ νάματα, ἐξ ἀχράντων σου φλεβῶν, ἵν' ὡς ἡ Σαμαρεῖτις, μηκέτι πίνων διψῶ, ζωῆς γὰρ ῥεῖθρα βρύεις.


Σιλωὰμ γενέσθω μοὶ τὰ δάκρυά μου, Δέσποτα Κύριε, ἵνα νίψωμαι καγῶ, τὰς κόρας τῆς καρδίας, καὶ ἴδω σὲ νοερῶς, τὸ φῶς τὸ πρὸ αἰώνων.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ἀσυγκρίτω ἔρωτι πανόλβιε, ξύλον ποθήσασα, προσκυνῆσαι τοῦ Σταυροῦ, ἠξίωσαι τοῦ πόθου, ἀξίωσον οὖν καμέ, τυχεῖν τῆς ἄνω δόξης.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ῥεῖθρον Ἰορδάνειον περάσασα, εὗρες ἀνάπαυσιν, τὴν ἀνώδυνον σαρκός, ἡδονὴν ἐκφυγοῦσα, ἢς καὶ ἡμᾶς ἐξελοῦ, σαὶς προσευχαὶς Ὁσία.






Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ὡς ποιμένων ἄριστον Ἀωδρέα σόφε, πρόκριτον ὄντα σε, πόθω δέομαι πολλῷ, καὶ φόβω σαὶς πρεσβείαις, τῆς σωτηρίας τυχεῖν, καὶ ζωῆς αἰμνίου.






Δόξα...


Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλὴ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.






Καὶ νύν... Θεοτοκίον


Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῶ, τὴν τῶν ἀνθρώπων φύσιν.






Ὠδὴ ς'






Ὁ Εἱρμὸς


«Ἐβόησα ἐν ὅλη καρδία μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου ἐξ Ἄδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου». (Δίς)


Τὰ δάκρυα Σωτὴρ τῶν ὀμμάτων μου, καὶ τοὺς ἐκ βάθους στεναγμούς, καθαρῶς προσφέρω, βοώσης τῆς καρδίας, ὁ Θεὸς ἡμάρτηκά σοί, ἱλάσθητί μοί.


Ἐξένευσας ψυχὴ τοῦ Κυρίου σου, ὥσπερ Δαθὰν καὶ Ἀβειρῶν, ἀλλὰ φεῖσαι κράξον, ἐξ Ἄδου κατωτάτου, ἵνα μῄ τὸ χάσμα, τῆς γῆς σὲ συγκαλύψη.


Ὡς δάμαλις ψυχὴ παροιστρήσασα, ἐξωμοιώθης τῶ Ἐφραίμ, ὡς δορκὰς ἐκ βρόχων, ἀνάσωσον τὸν βίον, πτερωθεῖσα πράξει, καὶ νῶ καὶ θεωρία.


Ἡ χεὶρ ἡμᾶς Μωσέως πιστώσεται, ψυχὴ πῶς δύναται Θεός, λεπρωθέντα βίον, λευκάναι καὶ καθάραι, καὶ μὴ ἀπογνῶς σεαυτήν, κὰν ἐλεπρώθης.


Τὰ κύματα, Σωτὴρ τῶν πταισμάτων μου, ὡς ἐν θαλάσσῃ Ἐρυθρά, ἐπαναστραφέντα, ἐκάλυψέ με ἄφνω, ὡς τοὺς Αἰγυπτίους, ποτὲ καὶ τοὺς τριστάτας.


Ἀγνώμονα, ψυχὴ τὴν προαίρεσιν, ἔσχες ὡς πρὶν ὁ Ἰσραήλ, τοῦ γὰρ θείου μάννα, προέκρινας ἀλόγως, τὴν φιλήδονον, τῶν παθῶν ἀδηφαγίαν.


Τὰ ὕεια, κρέα καὶ τοὺς λέβητας, καὶ τὴν Αἰγύπτιον τροφήν, τῆς ἐπουρανίου, προέκρινας ψυχή μου ὡς ὁ πρὶν ἀγνώμων, λαὸς ἐν τῇ ἐρήμω.


Τὰ φρέατα, ψυχὴ προετίμησας, τῶν Χαναναίων ἐννοιῶν, τῆς φλεβὸς τὴν πέτραν, ἐξ ἦς ὁ τῆς σοφίας, ὡς κρατὴρ προχέει, κρουνοὺς θεολογίας.


Ὡς ἔπληξε, Μωσὴς ὁ θεράπων σου, ῥάβδω τὴν πέτραν τυπικῶς, τὴν ζωοποιόν σου, Πλευρὰν προδιετύπου, ἐξ ἦς πάντες πόμα, ζωῆς Σωτὴρ ἀντλοῦμεν.


Ἐρεύνησον, ψυχὴ κατασκόπευσον, ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ, τῆς κληροδοσίας, τὴν γὴν ὁποία ἐστί, καὶ κατοίκησον, ἐν αὐτῇ δι' εὐνομίας.


Ἀνάστηθι, καὶ καταπολέμησον, ὡς Ἰησοῦς τὸν Ἀμαλήκ, τῆς σαρκὸς τὰ πάθη, καὶ τοὺς Γαβαωνίτας, τοὺς ἀπατηλοὺς λογισμούς, ἀεὶ νικῶσα.


Διάβηθι, τοῦ χρόνου τὴν ῥέουσαν, φύσιν ὡς πρὶν ἡ Κιβωτός, καὶ τῆς γῆς ἐκείνης, γενοῦ ἐν κατασχέσει, τῆς ἐπαγγελίας ψυχή, Θεὸς κελεύει.


Ὡς ἔσωσας, τὸν Πέτρον βοήσαντα, σῶσον προφθάσας μὲ Σωτήρ, τοῦ θηρὸς μὲ ῥύσαι, ἐκτεῖνας σου τὴν χείρα, καὶ ἀνάγαγε τοῦ βυθοῦ τῆς ἁμαρτίας.


Λιμένα σε, γινώσκω γαλήνιον, Δέσποτα Δέσποτα Χριστέ, ἀλλ' ἐκ τῶν ἀδύτων, βυθῶν τῆς ἁμαρτίας, καὶ τῆς ἀπογνώσεώς με, προφθάσας ῥύσαι.


Ἐγὼ εἰμι, Σωτὴρ ἣν ἀπώλεσας, πάλαι βασίλειον δραχμήν, ἀλλ' ἀνάψας λύχνον, τὸν Πρόδρομόν σου Λόγε, ἀναζήτησον, καὶ εὑρὲ τὴν σὴν εἰκόνα.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ἴνα παθῶν, φλογμὸν κατασβέσης, δακρύων ἔβλυζες ἀεί, ὀχετοὺς Μαρία, ψυχὴν πυρπολουμένην, ὧν τὴν χάριν νέμοις, καμοὶ τῶ σῶ οἰκέτη.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ἀπάθειαν, ἐκτήσω οὐράνιον, δι' ἀκροτάτης ἐπὶ γῆς, πολιτείας, Μῆτερ, διὸ τοὺς σὲ ὑμνοῦντας, ἐκ παθῶν ῥυσθῆναι, πρεσβείαις σου δυσώπει.






Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Τῆς Κρήτης σε, Ποιμένα καὶ πρόεδρον, καὶ Οἰκουμένης πρεσβευτήν, ἐγνωκῶς προστρέχω, Ἀνδρέα καὶ βοῶ σοί. Ἐξελοῦ μὲ Πάτερ, βυθοῦ τῆς ἁμαρτίας.






Δόξα...


Τριὰς εἰμί, ἁπλὴ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τὴ φύσει ἡνωμένη. Ὁ Πατὴρ φησι, καὶ Υἱὸς καὶ θεῖον Πνεῦμα.






Καὶ νύν... Θεοτοκίον


Ἡ μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθ' ἡμᾶς, ἀλλ' ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταὶς πρεσβείαις, ταὶς σαὶς δικαιωθῶμεν.






Ὁ Εἱρμὸς


«Ἐβόησα ἐν ὅλη καρδία μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου ἐξ Ἄδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου».














Κοντάκιον


Ἦχος πλ. β'






Ψυχή μου ψυχή μου, ἀνάστα, τὶ καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.






Ὠδὴ ζ'






Ὁ Εἱρμὸς


«Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδώης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός». (Δίς)


Ἡμάρτηκα, ἐπλημμέλησα, καὶ ἠθέτησα τὴν ἐντολήν σου, ὅτι ἐν ἁμαρτίαις προήχθην, καὶ προσέθηκα τοὶς μώλωψι τραῦμα ἐμοί, ἀλλ' αὐτὸς μὲ ἐλέησον ὡς εὔσπλαγχνος, ὁ τῶν Πατέρων Θεός.


Τὰ κρύφια τῆς καρδίας μου, ἐξηγόρευσά σοὶ τῶ Κριτή μου, ἴδε μου τὴν ταπείνωσιν, ἴδε καὶ τὴν θλίψίν μου, καὶ πρόσχες τὴ κρίσει μου νύν, καὶ αὐτὸς μὲ ἐλέησον ὡς εὔσπλαγχνος ὁ τῶν Πατέρων Θεός.


Σαοὺλ ποτέ, ὡς ἀπώλεσε, τοῦ πατρὸς αὐτοῦ ψυχὴ τὰς ὄνους, πάρεργον τὸ βασίλειον εὗρε, πρὸς ἀνάρρησιν. Ἀλλ' ὅρα μὴ λάθης σαυτήν, τὰς κτηνώδεις ὀρέξεις σου, προκρίνουσα τῆς βασιλείας Χριστοῦ.


Δαυϊδ ποτέ, ὁ πατρόθεος, εἰ καὶ ἥμαρτε διττῶς ψυχή μου, βέλει μὲν τοξευθεὶς τῆς μοιχείας, τῶ δὲ δόρατι ἀλοὺς τῆς τοῦ φόνου ποινῆς. ἀλλ' αὐτὴ τὰ βαρύτερα τῶν ἔργων νοσείς, ταὶς κατὰ γνώμην ὁρμαίς.


Συνῆψε μέν, ὁ Δαυϊδ ποτέ, ἀνομήματι τὴν ἀνομίαν, φόνω γὰρ τὴν μοιχείαν ἐκίρνα, τὴν μετάνοιαν εὐθὺς παραδείξας διπλῆν. ἀλλ' αὐτὴ πονηρότερα εἰργάσω, ψυχή, μὴ μεταγνοῦσα Θεῷ.


Δαυϊδ ποτὲ ἀνεστήλωσε, συγγραψάμενος ὡς ἐν εἰκόνι, ὕμνον, δι' οὗ τὴν πρᾶξιν ἐλέγχει, ἣν εἰργάσατο κραυγάζων. Ἐλέησόν με, σοὶ γὰρ μόνω ἐξήμαρτον, τῶ πάντων Θεῷ, αὐτὸς καθάρισόν με.


Ἡ Κιβωτός, ὡς ἐφέρετο, ἐπιδίφριος ὁ Ζὰν ἐκεῖνος, ὅτε ἀνατραπέντος τοῦ μόσχου, μόνον ἥψατο, Θεοῦ ἐπειράθη ὀργῆς, ἀλλ' αὐτοῦ τὴν αὐθάδειαν, φυγοῦσα ψυχή, σέβου τὰ θεία καλῶς.


Ἀκήκοας, τοῦ Ἀβεσσαλώμ, πῶς τῆς φύσεως ἀντεξανέστη, ἔγνως τὰς ἐναγεῖς αὐτοῦ πράξεις, αἲς ἐξύβρισε, τὴν κοίτην Δαυϊδ τοῦ πατρός, ἀλλ' αὐτὴ ἐμιμήσω, τὰς αὐτοῦ ἐμπαθεῖς, καὶ φιληδόνους ὁρμᾷς.


Ὑπέταξας, τὸ ἀδούλωτον, σοῦ ἀξίωμα τῶ σώματί σου, ἄλλον γάρ, Ἀχιτόφελ εὑροῦσα τὸν ἐχθρὸν σὺ ψυχή, συνῆλθες ταὶς τούτου βουλαίς. Ἀλλ' αὐτὰς διεσκέδασεν, αὐτὸς ὁ Χριστός, ἵνα σὺ πάντων σωθής.


Ὁ Σολομῶν, ὁ θαυμάσιος, ὁ καὶ χάριτος σοφίας πλήρης, οὗτος τὸ πονηρὸν ἐναντίον, τοῦ Θεοῦ ποτέ, ποιήσας ἀπέστη αὐτοῦ, ὧ αὐτὴ τὸν ἐπάρατόν σου βίον, ψυχὴ προσαφωμοίωσας.


Ταὶς ἡδοναίς, ἐξελκόμενος, τῶν παθῶν αὐτοῦ κατερρυποῦτο, οἴμοι! ὁ ἐραστὴς τῆς σοφίας, ἐραστὴς πορνῶν γυναικῶν, καὶ ξένος Θεοῦ, ὃν αὐτὴ ἐμιμήσω, κατὰ νοῦν ὧ ψυχή, ἡδυπαθείαις αἰσχραῖς.


Τὸν Ῥοβοάμ, παρεζήλωσας, ἀλογήσαντα βουλὴν πατρώαν, ἅμα δὲ καὶ τὸν κάκιστον δοῦλον, Ἱεροβοάμ, τὸν πρὶν ἀποστάτην ψυχή. Ἄλλά φεῦγε τὴν μίμησιν, καὶ κράζε Θεῷ. Ἥμαρτον οἴκτειρόν με.


Τὸν Ἀχαὰβ παρεζήλωσας, τοὶς μιάσμασι ψυχή μου, οἴμοι! γέγονας σαρκικῶν μολυσμάτων, καταγώγιον καὶ σκεῦος αἰσχρὸν τῶν παθῶν. Ἀλλ' ἐκ βάθους σου στέναξον, καὶ λέγε Θεῷ, τὰς ἁμαρτίας σου.


Ἐκλείσθη σοί, οὐρανὸς ψυχή, καὶ λιμὸς Θεοῦ κατέλαβέ σε, ὅτε τοὶς Ἡλιοῦ τοῦ θεσβίστου, ὡς ὁ Ἀχαάβ, ἠπείθησας λόγοις ποτέ., Ἀλλὰ τὴ Σαραφθία ὁμοιώθητι, θρέψον Προφήτου ψυχήν.


Τοῦ Μανασσῆ, ἐπεσώρευσας, τὰ ἐγκλήματα τὴ προαιρέσει, στήσασα ὡς βδελύγματα πάθη, καὶ πληθύνουσα ψυχή, προσωχθίσματα. Ἀλλ' αὐτοῦ τὴν μετάνοιαν, ζηλοῦσα θερμῶς, κτῆσαι κατάνυξιν.


Προσπίπτω σοί, καὶ προσάγω σοί, ὥσπερ δάκρυα τὰ ῥήματά μου, ἥμαρτον, ὡς οὐχ ἥμαρτε Πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς. Ἀλλ' οἰκτείρησον Δέσποτα τὸ ποίημά σου, καὶ ἀνακάλεσαί με.


Κατέχρωσα, τὴν εἰκόνα σου, καὶ παρέφθειρα τὴν ἐντολήν σου, ὅλον ἀπημαυρώθη τὸ κάλλος, καὶ τοὶς πάθεσιν ἐσβέσθη Σωτὴρ ἡ λαμπάς. ἀλλ' οἰκτείρας ἀπόδος μοί, ὡς ψάλλει Δαυϊδ τὴν ἀγαλλίασιν.


Ἐπίστρεψον, μετανόησον, ἀνακάλυψον τὰ κεκρυμμένα, λέγε Θεῷ τῶ τὰ πάντα εἰδότι. Σὺ γινώσκεις μου τὰ κρύφια μόνε Σωτήρ, καὶ αὐτὸς μὲ ἐλέησον, ὡς ψάλλει Δαυϊδ, κατὰ τὸ ἔλεός σου.


Ἐξέλιπον, αἱ ἡμέραι μου, ὡς ἐνύπνιον ἐγειρομένου, ὅθεν ὡς Ἐζεκίας δακρύω, ἐπὶ κλίνης μου προσθήναί μοὶ χρόνους ζωῆς. Ἀλλὰ τὶς Ἡσαϊας, παραστήσεταί μοὶ ψυχή, εἰ μὴ ὁ πάντων Θεός;






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Βοήσασα, πρὸς τὴν ἄχραντον, Θεομήτορα πρὶν ἀπεκρούσω, λύσσαν παθῶν βιαίων ὀχλούντων, καὶ κατήσχυνας, ἐχθρὸν τὸν πτερνίσαντα. Ἀλλὰ δὸς νὺν βοήθειαν ἐκ θλίψεως, καμοὶ τῶ δούλω σου.






Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν


Ὃν ἔστερξας, ὃν ἐπόθησας, δι' ὃν ἔτηξας σάρκας Ὁσία, αἴτησαι νὺν Χριστὸν ὑπὲρ δούλων, ὅπως ἵλεως γενόμενος πάσιν ἡμῖν, εἰρηναίαν κατάστασιν βραβεύσειε, τοὶς σεβομένοις αὐτόν.






Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Τῆς πίστεως ἐν τῇ πέτρα με, ταὶς πρεσβείαις σου στήριξον Πάτερ, φόβω μὲ τῶ ἐνθέω τειχίζων, καὶ μετάνοιαν, Ἀνδρέα παράσχου μοὶ νύν, δυσωπῶ σὲ καὶ ῥύσαί με, παγίδος ἐχθρῶν, τῶν ἐκζητούντων με.






Δόξα...


Τριὰς ἁπλή, ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς καὶ ἅγια τρία, καὶ ἐν ἅγιον ὑμνεῖται Θεὸς ἡ Τριάς, ἀλλ' ἀνύμνησον, δόξασον ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.






Καὶ νύν... Θεοτοκίον


Ὑμνούμέν σε, εὐλογούμέν σε, προσκυνούμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέωξας ἡμῖν, τοὶς ἐν γῆ τᾷ ἐπουράνια.










Ὠδὴ η'






Ὁ Εἱρμὸς


«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». (Δίς)


Ἡμαρτηκότα, Σωτὴρ ἐλέησον, διέγειρόν μου τὸν νοῦν, πρὸς ἐπιστροφήν, δέξαι μετανοοῦντα, οἰκτείρησον βοῶντα. Ἡμαρτὸν σοί, σῶσον, ἠνόμησα, ἐλέησόν με.


Ὁ διφρηλάτης, Ἠλίας, ἅρματι, ταὶς ἀρεταὶς ἐπιβάς, ὡς εἰς οὐρανόν, ἥγετο ὑπεράνω, ποτὲ τῶν ἐπιγείων, τούτου οὖν ψυχή μου, τὴν ἄνοδον ἀναλογίζου.


Τοῦ Ἰορδάνου, τὸ ῥεῖθρον πρότερον, τὴ μηλωτὴ Ἡλιοῦ, δι' Ἐλισσαιέ, ἔστη ἔνθα καὶ ἔνθα, αὐτὴ δὲ ὧ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.


Ὁ Ἐλισσαῖος, ποτὲ δεξάμενος, τὴν μηλωτὴν Ἡλιοῦ, ἔλαβε διπλῆν, χάριν παρὰ Κυρίου, αὐτὴ δὲ ὧ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.


Ἡ Σωμανῖτις, ποτὲ τὸν δίκαιον, ἐξένισεν ὧ ψυχή, γνώμη ἀγαθή, σὺ δὲ οὐκ εἰσωκίσω, οὐ ξένον, οὐχ ὁδίτην, ὅθεν τοῦ νυμφῶνος, ῥιφήση ἔξω θρηνωδοῦσα.


Τοῦ Γιεζῆ, ἐμιμήσω τάλαινα, τὴν γνώμην τὴν ῥυπαράν, πάντοτε ψυχή, οὗ τὴν φιλαργυρίαν, ἀπώθου κὰν ἐν γήρει, φεῦγε τῆς γεέννης, τὸ πὺρ ἐκστάσα τῶν κακῶν σου.


Σὺ τὸν Ὀζίαν, ψυχὴ ζηλώσασα, τὴν τούτου λέπραν ἐν σοί, ἔσχες ἐν διπλῷ, ἄτοπα γὰρ λογίζη, παράνομα δὲ πράττεις, ἄφες ἃ κατέχεις, καὶ πρόσδραμε τὴ μετανοία.


Τοὺς Νινευϊτας, ψυχὴ ἀκήκοας, μετανοοῦντας Θεῷ, σάκκω καὶ σποδῶ, τούτους οὐκ ἐμιμήσω, ἀλλ' ὤφθης σκαιοτέρα, πάντων τῶν πρὸ νόμου, καὶ μετὰ νόμον ἑπταικότων.


Τὸν ἐν τῷ λάκκω, βορβόρου ἤκουσας, Ἱερεμίαν ψυχή, πόλιν τὴν Σιών, θρήνοις καταβοῶντα, καὶ δάκρυα ζητοῦντα, μίμησαι τὸν τούτου, θρηνώδη βίον καὶ σωθήση.


Ὁ Ἰωνάς, εἰς θαρσεὶς ἀπέδραμε, προγνοὺς τὴν ἐπιστροφήν, τῶν Νινευϊτῶν, ἔγνω γὰρ ὡς προφήτης, Θεοῦ τὴν εὐσπλαγχνίαν, ὅθεν παρεζήλου, τὴν προφητείαν μὴ ψευσθῆναι.


Τὸν Δανιήλ, ἐν τῷ λάκκω ἤκουσας, πῶς ἔφραξεν ὧ ψυχή, στόματα θηρῶν, ἔγνωκας πῶς οἱ Παῖδες, οἱ περὶ Ἀζαρίαν, ἔσβεσαν τὴ πίστει, καμίνου φλόγα καιομένην.


Τῆς παλαιᾶς, Διαθήκης ἅπαντας, παρήγαγόν σοὶ ψυχή, πρὸς ὑπογραμμόν, μίμησαι τῶν δικαίων, τὰς φιλοθέους πράξεις, ἔκφυγε δὲ πάλιν, τῶν πονηρῶν τὰς ἁμαρτίας.


Δικαιοκρῖτα, Σωτὴρ ἐλέησον, καὶ ῥύσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἢς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι, ἄνες μοὶ πρὸ τέλους, δι' ἀρετῆς καὶ μετανοίας.


Ὡς ὁ Ληστὴς ἐκβοῶ σοὶ Μνήσθητι, ὡς Πέτρος κλαίω πικρῶς. Ἄνες μοὶ Σωτήρ, κράζω ὡς ὁ Τελώνης, δακρύω ὡς ἡ Πόρνη, δέξαι μου τὸν θρῆνον, καθὼς ποτὲ τῆς Χαναναίας.


Τὴν σηπεδόνα, Σωτὴρ θεράπευσον, τῆς ταπεινῆς μου ψυχῆς, μόνε ἰατρέ, μάλαγμά μοὶ ἐπίθες, καὶ ἔλαιον καὶ οἶνον, ἔργα μετανοίας, κατάνυξιν μετὰ δακρύων.


Τὴν Χαναναίαν, καγῶ μιμούμενος, Ἐλέησόν με βοῶ, τῶ Υἱῶ Δαυϊδ, ἅπτομαι τοῦ κρασπέδου, ὡς ἡ Αἱμορροοῦσα, κλαίω ὡς ἡ Μάρθα, καὶ Μαρία ἐπὶ Λαζάρου.


Τὸ τῶν δακρύων, Σωτὴρ ἀλάβαστρον, ὡς μύρον κατακενῶν, ἐπὶ κεφαλῆς, κράζω σοὶ ὡς ἡ Πόρνη, τὸν ἔλεον ζητοῦσα, δέησιν προσάγω, καὶ ἄφεσιν αἰτῶ λαβεῖν με.


Εἰ καὶ μηδεῖς, ὡς ἐγὼ σοὶ ἥμαρτεν, ἀλλ, ὅμως δέξαι καμέ, εὔσπλαγχνε Σωτήρ, φόβω μετανοοῦντα, καὶ πόθω κεκραγότα. Ἥμαρτον σοὶ μόνω, ἠνόμησα, ἐλέησόν με.


Φεῖσαι Σωτήρ, τοῦ ἰδίου πλάσματος, καὶ ζήτησον ὡς ποιμήν, τὸ ἀπολωλός, πρόβατον πλανηθέντα, ἐξάρπασον τοῦ λύκου, ποίησόν με θρέμμα, ἐν τῇ νομὴ τῶν σῶν προβάτων.


Ὅταν Κριτής, καθίσης ὡς εὔσπλαγχνος, καὶ δείξης τὴν φοβεράν, δόξαν σου Χριστέ, ὧ ποῖος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ βήματός σου.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ἡ τοῦ Φωτός, τοῦ ἀδύτου Μήτέρ σε, φωτίσασα σκοτασμοῦ, ἔλυσε παθῶν, ὅθεν εἰσδεδεγμένη, τοῦ Πνεύματος τὴν χάριν, φώτισον Μαρία, τοὺς σὲ πιστῶς ἀνευφημοῦντας.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Θαῦμα καινόν, κατιδῶν ἐξίστατο, ὁ θεῖος ὄντως ἐν σοί, Μῆτερ Ζωσιμάς, Ἄγγελον γὰρ ἑώρα, ἐν σώματι καὶ θάμβους, ὅλος ἐπληροῦτο, Χριστὸν ὑμνῶν εἰς τοὺς αἰῶνας.






Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ὡς παρρησίαν, ἔχων πρὸς Κύριον, Ἀνδρέα Κρήτης σεπτόν, κλέος δυσωπῶ, πρέσβευε τοῦ δεσμοῦ με, τῆς ἀνομίας λύσιν, νὺν εὐρεῖν εὐχαίς σου, Διδάσκαλε, Ὁσίων δόξα.






Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα


Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον. Τριὰς Μονὰς ἐλέησόν με.






Καὶ νύν... Θεοτοκίον


Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρῖς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη, ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σὲ τιμῶμεν.






Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.


Ὁ Εἱρμὸς


«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».






Ὠδὴ θ'






Ὁ Εἱρμὸς


Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις, Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις. Διὸ σὲ πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν. (Δίς)


Ὁ νοὺς τετραυμάτισται, τὸ σῶμα μεμαλάκισται, νοσεῖ τὸ πνεῦμα, ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις, διὸ μοὶ τάλαινα ψυχή, τὶ ποιήσεις ὅταν ἔλθη, ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σὰ;


Μωσέως παρήγαγον, ψυχὴ τὴν κοσμογένεσιν, καὶ ἐξ ἐκεῖ νοῦ, πᾶσαν ἐνδιάθετον, γραφὴν ἱστορούσάν σοί, δικαίους καὶ ἀδίκους, ὧν τοὺς δευτέρους ὧ ψυχή, ἐμιμήσω, οὐ τοὺς πρώτους, εἰς Θεὸν ἐξαμαρτήσασα.


Ὁ Νόμος ἠσθένησεν, ἀργεῖ το Εὐαγγέλιον, Γραφὴ δὲ πᾶσα, ἐν σοὶ παρημέληται, Προφῆται ἠτόνησαν, καὶ πᾷς δικαίου λόγος, αἱ τραυματίαι σου ὧ ψυχή, ἐπληθύνθησαν, οὐκ ὄντος, ἰατροῦ τοῦ ὑγιούντός σε.


Τῆς νέας παράγω σοί, Γραφῆς τὰ ὑποδείγματα, ἐνάγοντά σε, ψυχὴ πρὸς κατάνυξιν, δικαίους οὖν ζήλωσον, ἁμαρτωλοὺς ἐκτρέπου, καὶ ἐξιλέωσαι Χριστόν, προσευχαίς τε καὶ νηστείαις, καὶ ἁγνεία καὶ σεμνότητι.


Χριστὸς ἐνηνθρώπησε, καλέσας εἰς μετάνοιαν, ληστὰς καὶ πόρνας, ψυχὴ μετανόησον, ἡ θύρα ἠνέωκται, τῆς Βασιλείας ἤδη, καὶ προαρπάζουσιν αὐτήν, Φαρισαῖοι καὶ Τελῶναι, καὶ μοιχοὶ μεταποιούμενοι.


Χριστὸς ἐνηνθρώπησε, σαρκὶ προσομιλήσας μοί, καὶ πάντα ὅσα, ὑπάρχει τῆς φύσεως, βουλήσει ἐπλήρωσε, τῆς ἁμαρτίας δίχα, ὑπογραμμὸν σοὶ ὧ ψυχή, καὶ εἰκόνα προδεικνύων, τῆς αὐτοῦ συγκαταβάσεως.


Χριστὸς Μάγους ἔσωσε, Ποιμένας συνεκάλεσε, Νηπίων δήμους, ἀπέδειξε Μάρτυρας, Πρεσβύτην ἐδόξασε, καὶ γηραλέαν Χήραν, ὧν οὐκ ἐζήλωσας ψυχή, οὐ τὰς πράξεις, οὐ τὸν βίον, ἀλλ' οὐαὶ σοὶ ἐν τῷ κρίνεσθαι!


Νηστεύσας ὁ Κύριος, ἡμέρας τεσσαράκοντα, ἐν τῇ ἐρήμω, ὕστερον ἐπείνασε, δεικνὺς τὸ ἀνθρώπινον. Ψυχὴ μὴ ἀθυμήσης, ἂν σοὶ προσβάλλη ὁ ἐχθρός, προσευχὴ τε καὶ νηστεία, ἐκ ποδῶν ἀποκρουσθήτω σοί.


Χριστὸς ἐπειράζετο, Διάβολος ἐπείραζε, δεικνὺς τοὺς λίθους, ἵνα ἄρτοι γένωνται, εἰς ὄρος ἀνήγαγεν, ἰδεῖν τὰς βασιλείας, τοῦ Κόσμου πάσας ἐν ῥιπῇ, Φοβοῦ ὧ ψυχὴ τὸ δρᾶμα, νῆφε, εὔχου, πᾶσαν ὥραν Θεῷ.


Τρυγὼν ἡ φιλέρημος, φωνὴ βοῶντος ἤχησε, Χριστοῦ ὁ λύχνος, κηρύττων μετάνοιαν, Ἡρῴδης ἠνόμησε, σὺν τὴ Ἡρῳδιάδι. Βλέπε ψυχή μου μὴ παγής, τῶν ἀνόμων ταίς παγίσιν, ἀλλ' ἀσπάζου τὴν μετάνοιαν.


Τὴν ἔρημον ὤκησε, τῆς χάριτος ὁ Πρόδρομος, καὶ Ἰουδαία, πᾶσα καὶ Σαμάρεια, ἀκούοντες ἔτρεχον, καὶ ἐξωμολογοῦντο, τὰς ἁμαρτίας ἑαυτῶν, βαπτιζόμενοι προθύμως, οὓς αὐτὴ οὐκ ἐμιμήσω ψυχή.


Ὁ γάμος μὲν τίμιος, ἡ κοίτη δὲ ἀμίαντος, ἀμφότερα γάρ, Χριστὸς προευλόγησε, σαρκὶ ἐσθιόμενος, καὶ ἐν Κανᾷ δὲ γάμω, τὸ ὕδωρ οἶνον ἐκτελῶν, καὶ δεικνύων πρῶτον θαῦμα, ἵνα σὺ μετατεθὴς ὧ ψυχή.


Παράλυτον ἔσφιγξε, Χριστὸς τὴν κλίνην ἄραντα, καὶ νεανίσκον, θανέντα ἐξήγειρε, τῆς χήρας τὸ κύημα, καὶ τοῦ Ἑκατοντάρχου, καὶ Σαμαρείτιδι φανεῖς, τὴν ἐν πνεύματι λατρείαν, σοὶ ψυχὴ προεζωγράφησεν.


Αἱμόρρουν ἰάσατο, ἁφὴ κρασπέδου Κύριος, λεπροὺς καθῆρε, τυφλοὺς καὶ χωλεύοντας, φωτίσας ἡνώρθωσε, κωφούς τε καὶ ἀλάλους, καὶ τὴν συγκύπτουσαν χαμαί, ἐθεράπευσε τῶ λόγῳ, ἵνα σὺ σωθὴς ἀθλία ψυχή.


Τὰς νόσους ἰώμενος, πτωχοὶς εὐηγγελίζετο, Χριστὸς ὁ Λόγος, κυλλοὺς ἐθεράπευσε, τελώναις συνήσθιεν, ἁμαρτωλοὶς ὡμίλει, τῆς Ἰαείρου θυγατρός, τὴν ψυχὴν προμεταστάσαν, ἐπανήγαγεν ἁφὴ τῆς χειρός.


Τελώνης ἐσώζετο, καὶ Πόρνη ἐσωφρόνιζε, καὶ Φαρισαῖος, αὐχῶν κατεκρίνετο, ὁ μὲν γάρ, Ἱλάσθητι, ἡ δέ, Ἐλέησόν με, ὁ δὲ ἐκόμπαζε, βοῶν, ὁ Θεὸς εὐχαριστῶ σοί, καὶ ἑξῆς τὰ τῆς ἀνοίας ῥητά.


Ζακχαῖος Τελώνης ἥν, ἀλλ' ὅμως διεσώζετο, καὶ Φαρισαῖος, ὁ Σίμων ἐσφάλλετο, καὶ Πόρνη ἐλάμβανε, τὰς ἀφεσίμους λύσεις, παρὰ τοῦ ἔχοντος ἰσχύν, ἀφιέναι ἁμαρτίας, ἣν ψυχὴ σπεῦσον μιμήσασθαι.


Τὴν Πόρνην ὧ τάλαινα, ψυχή μου οὐκ ἐζήλωσας, ἥτις λαβοῦσα, μύρου τὸ ἀλάβαστρον, σὺν δάκρυσιν ἤλειψε, τοὺς πόδας τοῦ Κυρίου, ἐξέμαξε δὲ ταὶς θριξί, τῶν ἀρχαίων ἐγκλημάτων, τὸ χειρόγραφον ῥηγνύντος αὐτή.


Τὰς πόλεις αἲς ἔδωκε, Χριστὸς τὸ Εὐαγγέλιον, ψυχή μου ἔγνως, ὅπως κατηράθησαν, φοβοῦ τὸ ὑπόδειγμα, μὴ γένη ὡς ἐκεῖναι, ταὶς ἐν Σοδόμοις γὰρ αὐτάς, ὁ Δεσπότης παρεικάσας, ἕως Ἄδου κατεδίκασε.


Μὴ χείρων ὧ ψυχή μου, φανῆς δι' ἀπογνώσεως, τῆς Χαναναίας, τὴν πίστιν ἀκούσασα, δι' ἦς τὸ θυγάτριον, λόγῳ Θεοῦ ἰάθη. Υἱὲ Δαυϊδ σῶσον καμέ, ἀναβόησον ἐκ βάθους, τῆς καρδίας ὡς ἐκείνη Χριστῷ.


Σπλαγχνίσθητι σώσόν με, Υἱὲ Δαυϊδ ἐλεησον, ὁ δαιμονῶντας, λόγῳ Ἰασάμενος, φωνὴν δὲ τὴν εὔσπλαγχνον, ὡς τῶ Ληστὴ μοὶ φράσον. Ἀμὴν σοὶ λέγω μέτ' ἐμοῦ, ἔση ἐν τῷ Παραδείσω, ὅταν ἔλθω ἐν τῇ δόξη μου.


Ληστὴς κατηγόρει σοί, Ληστὴς ἐθεολόγει σοί, ἀμφότεροι γάρ, σταυρῶ συνεκρέμαντο, ἀλλ' ὦ Πολυεύσπλαγχνε, ὡς τῶ πιστῶ Ληστή σου, τῶ ἐπιγνόντι σὲ Θεόν, καμοὶ ἄνοιξον τὴν θύραν, τῆς ἐνδόξου βασιλείας σου.


Ἡ κτίσις συνείχετο, σταυρούμενόν σε βλέπουσα, ὄρη καὶ πέτραι, φόβω διερρήγνυντο, καὶ γῆ συνεσείετο, καὶ Ἅδης ἐγυμνοῦτο, καὶ συνεσκότασε τὸ φῶς, ἐν ἡμέρα καθορῶν σε, Ἰησοῦ, προσηλωμένον σαρκί.


Ἀξίους μετανοίας, καρποὺς μὴ ἀπαιτήσης με, ἡ γὰρ Ἰσχύς μου, ἐν ἐμοὶ ἐξέλιπε, καρδίαν μοὶ δώρησαι, ἀεὶ συντετριμμένην, πτωχείαν δὲ πνευματικήν, ἵνα ταύτά σοὶ προσοίσω, ὡς δεκτὴν θυσίαν μόνε Σωτήρ.


Κριτά μου καὶ γνώστά μου, ὁ μέλλων πάλιν ἔρχεσθαι, σὺν τοὶς Ἀγγέλοις, κρίναι Κόσμον ἅπαντα, ἰλέω σου ὄμματι, τότε ἰδὼν μὲ φεῖσαι, καὶ οἴκτειρόν με Ἰησοῦ, τὸν ὑπὲρ τὴν πᾶσαν φύσιν, τῶν ἀνθρώπων ἁμαρτήσαντα.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ἀπάσας ἐξέστησας, τὴ ξένη πολιτεία σου, Ἀγγέλων τάξεις, βροτῶν τὰ συστήματα, ἀϋλως βιώσασα, καὶ φύσιν ὑπερβάσα, ἀνθ' ὧν ὡς ἄϋλος τοὶς ποσίν, ἐπιβαίνουσα Μαρία, Ἰορδάνην διεπέρασας.






Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Τὸν Κτίστην ἰλέωσαι, ὑπὲρ τῶν εὐφημούντων σε, ὁσία Μῆτερ, ῥυσθῆναι κακώσεων, καὶ θλίψεων τῶν κύκλῳ, συνεπιτιθεμένων, ἵνα ῥυσθέντες τῶν πειρασμῶν, μεγαλύνωμεν ἀπαύστως, τὸν δοξάσαντά σε Κύριον.






Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν


Ὁ δείξας ἐράσμιον τὸ Νύμφης Κάλλος ἄριστον, Ῥουβήν, Ἀνδρέας, ζήτω ψάλτης κράτιστος, Χριστὸν ἱλασκόμενος, καὶ μὴ ἀποθανέτω, ἀλλ' ὥσπερ στόμα Θεοῦ, πολλούς ἀδελφούς, Χριστῷ προσάγοι, ἐπὶ τράχηλον Ἐχθροῦ ἀτελεύτητον.
Δόξα...
Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατ' οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.
Καὶ νύν... Θεοτοκίον
Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε, ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους καὶ διέπει τὸ ὑπήκοον.

Ὁ Εἱρμὸς


Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις, Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις, διὸ σὲ πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...