Κυριακή ΙΕ΄ Λουκά
Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος
Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, καὶ ἐζήτει
ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ
μικρὸς ἦν. Kαὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν,
ὅτι δι’ ἐκείνης ἤμελλε διέρχεσθαι. Kαὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας
ὁ Ἰησοῦς εἶδεν αὐτόν καὶ εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι·
σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Kαὶ σπεύσας κατέβη, καὶ
ὑπεδέξατο αὐτὸν χαίρων. Kαὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ
ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι.Sταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν
Κύριον· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς,
καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Eἶπε δὲ πρὸς αὐτὸν ὁ
Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς
Ἀβραάμ ἐστιν· ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ
ἀπολωλός.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου