Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Σάββατο 1 Ιανουαρίου 2022

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 2 Ἰανουαρίου 2022, Κυριακῆς πρό τῶν Φώτων (Μάρκ. α΄ 1-8)




ρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. 2 Ὡς γέγραπται ἐν τοῖς προ­φήταις, ἰδοὺ ἐγὼ ἀπο­στέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κα­τασκευάσει τὴν ὁδόν σου ἔ­­­­μπροσθέν σου· 3 φωνὴ βοῶντος ἐν τῇ ἐρή­μῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυ­ρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, 4 ἐγένετο Ἰωάννης βαπτίζων­ ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφε­σιν ἁμαρτιῶν. 5 καὶ ἐξεπορεύετο πρὸς αὐ­­τὸν πᾶσα ἡ Ἰουδαία χώ­ρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐ­­­­­­βα­­πτίζοντο πάντες ἐν τῷ Ἰ­ορ­­δάνῃ ποταμῷ ὑπ᾿ αὐ­τοῦ ἐξο­μολογούμενοι τὰς ἁ­­μαρ­τί­ας αὐτῶν. 6 ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυ­μέ­νος τρίχας καμήλου καὶ ζώ­νην δερματίνην περὶ τὴν ὀ­­­­σφὺν αὐτοῦ, καὶ ἐσθίων­ ἀ­­­­κρίδας καὶ μέλι ἄγριον. 7 καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 8 ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑ­­­μᾶς ἐν Πνεύματι Ἁγίῳ.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...