Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Σάββατο 14 Μαΐου 2022

...τοῖς πᾶσι γίνεται πάντα...


 Ἑκάστῳ δὲ ποικίλως ὁ Σωτὴρ γίνεται πρὸς τὸ συμφέρον. Τοῖς μὲν γὰρ εὐφρόσυνης χρείαν ἔχουσιν, ἄμπελος γίνεται·


τοῖς δὲ χρείαν ἔχουσι εἰσελθεῖν, ἕστηκε θύρα·


καὶ τοῖς χρείαν ἔχουσι προσενεγκέναι τὰς εὐχάς, ἕστηκε μεσίτης ἀρχιερεύς. 

 

Πάλιν τοῖς ἔχουσιν ἁμαρτίας, γίνεται πρόβατον, ἵνα ὑπὲρ αὐτῶν σφαγιασθῇ·

 

τοῖς πᾶσι γίνεται πάντα, μένων αὐτὸς κατὰ φύσιν ὅπερ ἐστίν. 

 

Μένων γὰρ καὶ ἔχων τὸ τῆς υἱότητος ἀληθῶς ἀπαράτρεπτον ἀξίωμα, κάλλιστος οἷα τις ἰατρὸς καὶ διδάσκαλος συμπαθής, συμπεριφέρεται ταῖς ἡμετέραις ἀσθενείαις.

 

Κύριος ὤν κατᾶ ἀλήθειαν,  οὐκ ἐκ προκοπῆς τὸ κυριεύειν λαβών, ἀλλ'  ἐκ φύσεως τὸ τῆς κυριότητος ἔχων ἀξίωμα.

 

Ἅγιος Κύριλλος Ἱεροσολύμων

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...