Θαρσεῖτε, Ἐγώ νενίκηκα τον κόσμο!
Σήμερον
κρεμᾶται ἐπὶ ξύλου
ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας.
Στέφανον ἐξ ἀκανθῶν
περιτίθεται ὁ τῶν ἀγγέλων Βασιλεύς.
Ψευδῆ πορφύραν περιβάλλεται ὁ
περιβάλλων τὸν οὐρανὸν ἐν Νεφέλαις.
Ῥάπισμα κατεδέξατο ὁ ἐν Ἰορδάνῃ
ἐλευθερώσας τὸν Ἀδάμ.
Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Λόγχῃ
ἐκεντήθη ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμεν σου τὰ πάθη, Χριστέ.
Δεῖξον
ἡμῖν καὶ τὴν ἔνδοξόν σου ἀνάστασιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου