Ἁγίου Μαξίμου τοῦ ὁμολογητοῦ.
Οἱ κατὰ τὸν βίον τοῦτον ὑπὸ τῆς θείας προνοίας
εἰς εὐσέβειαν ἐγγυμναζόμενοι, διὰ τῶν τριῶν τούτων πειρασμῶν δοκιμάζονται· οἷον
ἢ διὰ τῆς τῶν ἡδέων δόσεως, ὡς ἐπὶ ὑγείας καὶ κάλλους καὶ εὐτεκνίας καὶ
χρημάτων καὶ δόξης καὶ τῶν ὁμοίων· ἢ διὰ τῆς τῶν λυπηρῶν ἐπιφορᾶς, οἷον
στερήσεως τέκνων καὶ χρημάτων καὶ δόξης· ἢ διὰ τῶν ὀδύνην ἐμποιούντων τῷ
σώματι, οἷον νοσημάτων καὶ βασάνων καὶ τῶν ἑξῆς. Καὶ πρὸς μὲν τοὺς πρώτους
λέγει ὁ Κύριος· Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί
μου εἶναι μαθητής· πρὸς δὲ τοὺς δευτέρους καὶ τοὺς τρίτους· Ἐν τῇ ὑπομονῇ ὑμῶν
κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Τὰ τέσσαρα ταῦτά φασιν ἀλλοιῶσαι τὴν κρᾶσιν τοῦ
σώματος καὶ διδόναι τῷ νῷ λογισμοὺς εἴτε ἐμπαθεῖς εἴτε ἀπαθεῖς δι᾽ αὐτῆς· οἷον