Ὁμιλία π. Αθανασίου Χατζή, Ι. Μ. Γενεθλίου Θεοτόκου Ντουραχάνης.
Σάββατο 26 Δεκεμβρίου 2015
Πέμπτη 24 Δεκεμβρίου 2015
Τά δῶρα τῶν Μάγων
Ἁγίου Νικολάου Βελιμίροβιτς
«Καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν» (Ματθ. Β΄11).
Τρία δῶρα ἔφεραν στὸ νεογέννητο Βασιλιά. Καὶ χωρὶς νὰ τὸ θέλουν συμβόλισαν τὴν ἁγία καὶ ζωοποιὸ Τριάδα, στὸ ὄνομα τῆς Ὁποίας ἦρθε στὸν κόσμο τὸ παιδὶ Ἰησοῦς, ἀλλὰ καὶ τὴν τριπλή διακονία τοῦ Κυρίου: τὴ βασιλική, τὴν ἱερατικὴ καὶ τὴν προφητική, γιατί ὁ χρυσὸς συμβολίζει τὴν αὐτοκρατορική, τὸ λιβάνι τὴν ἱερατικὴ καὶ ἡ σμύρνα τὴν προφητικὴ ἢ τὴ θυσιαστική. Τὸ νεογέννητο βρέφος θὰ γινόταν ὁ Βασιλιᾶς τοῦ ἀθάνατου βασιλείου, ὁ ἀναμάρτητος ἱερέας καὶ προφήτης καί, ὅπως οἱ περισσότεροι προφῆτες πρὶν ἀπ’ Αὐτόν, θὰ θανατωνόταν.
Ὅλοι τὸ γνωρίζουν πὼς ὁ χρυσὸς μαρτυρεῖ
Χριστὸς γεννᾶται, δοξάσατε....ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ
ΑΠΟΣΠΑΣΜΑΤΑ ΛΟΓΟΥ ΛΗ'
Χριστὸς γεννᾶται, δοξάσατε·
Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς
ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ
πᾶσα ἡ γῆ καί, ἵν' ἀμφότερα συνελὼν
εἴπω, Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω
ἡ γῆ, διὰ τὸν ἐπουράνιον, εἶτα ἐπίγειον.
Κἀγὼ βοήσομαι τῆς ἡμέρας τὴν δύναμιν: Ὁ ἄσαρκος
σαρκοῦται. Ὁ Λόγος παχύνεται. Ὁ ἀόρατος
ὁρᾶται. Ὁ ἀναφὴς ψηλαφᾶται. Ὁ ἄχρονος
ἄρχεται. Ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου
γίνεται, «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον
ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας» (Ἐβρ. 13, 8)
Ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ Πνεύματος·
ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη.
Ὢ τῆς καινῆς μίξεως! ὢ τῆς παραδόξου
κράσεως! ὁ ὢν γίνεται καὶ ὁ ἄκτιστος
κτίζεται καὶ ὁ ἀχώρητος χωρεῖται, διὰ
μέσης ψυχῆς νοερᾶς μεσιτευούσης Θεότητι καὶ
σαρκὸς παχύτητι. Καὶ ὁ πλουτίζων πτωχεύει·
πτωχεύει γὰρ τὴν ἐμὴν σάρκαν, ἵν' ἐγὼ
πλουτήσω τὴν αὐτοῦ Θεότητα. Καὶ ὁ πλήρης
κενοῦται· κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης
ἐπὶ μικρόν, ἵν'
ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως. Τίς
ὁ πλοῦτος τῆς ἀγαθότητος; Τί τὸ περὶ
ἐμὲ τοῦτο μυστήριον; Μετέλαβον τῆς εἰκόνος
καὶ οὐκ ἐφύλαξα· μεταλαμβάνει τῆς ἐμῆς
σαρκός, ἵνα καὶ τὴν εἰκόνα σώσῃ
καὶ τὴν σάρκα ἀθανατίσῃ. Δευτέραν
κοινωνεῖ κοινωνίαν, πολὺ τῆς προτέρας παραδοξοτέραν·
τότε μὲν τοῦ κρείττονος μετέδωκε, νῦν δὲ
μεταλαμβάνει τοῦ χείρονος. Τοῦτο τοῦ προτέρου
θεοειδέστερον· τοῦτο τοῖς νοῦν ἔχουσιν ὑψηλότερον.
Ο Χριστός γεννάται, δοξάσατε. O Χριστός από τον ουρανό συναντήστε (τον). O Χριστός επάνω στην γη υψωθείτε.
Τραγουδήστε για τον Κύριο όλη η γη και για να ενώσω και να πω και τα δύο μαζί:
Να ευφρανθούν οι ουρανοί και να αγαλλιάσει η γη για τον επουράνιο, έπειτα επίγειο.
Δευτέρα 21 Δεκεμβρίου 2015
Διακονίες
Τό δυναμικό ἑνός ἔργου εἶναι τά πρόσωπα καί ὄχι τά κτίρια. "Ψυχή ἡ Παναγία". Στό ἀνθρώπινο δυναμικό ὁ ἱερομόναχος Ἀθανάσιος Χατζής, κατά κόσμο Σωτήριος Χατζής, καθοδηγητής καί συμβουλάτορας.
Γύρω ἀπό τό χῶρο τῆς Παναγίας δημιουργοῦνται πολλές κυκλικές χορεῖες. Ὁ καθένας παίζει τή μουσική τῆς καρδιάς του, ἀνάλογα μέ τά χαρίσματά του, τή διάθεσή του καί βάζει τή δική του πέτρα στό "χτίσιμο", στήν "οἰκοδομή" τοῦ ἔργου. Καθένας, ἀπό τό χῶρο του, προσθέτει τή δική του παρουσία. Πρόσωπα διάφορα. Τό καθένα μέ τήν ἰδιαιτερότητά του. Πολλά τά στρατεύματα. Ὁ καθένας στρατεύεται στό τάγμα του. Ἀπό ὅλες τίς ἡλικίες καί τούς κλάδους βοηθᾶνε μέ λόγια ἤ μέ πράξεις καί ἐνθαρρύνουν, δυναμώνουν τό ἔργο.
Στό Ἵδρυμα λειτουργεῖ
Σάββατο 19 Δεκεμβρίου 2015
Εὐαγγέλιο Κυριακῆς 20 Δεκεμβρίου 2015, Πρὸ τῆς Χριστοῦ γεννήσεως.
(Ματθ. α´ 1-25)
Βίβλος
γενέσεως ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ υἱοῦ ᾿Αβραάμ. ᾿Αβραὰμ ἐγέννησε τὸν
᾿Ισαάκ, ᾿Ισαὰκ δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιούδαν
καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ᾿Ιούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ
τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν ᾿Εσρώμ, ᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράμ,
᾿Αρὰμ δὲ ἐγέννησε τὸν ᾿Αμιναδάβ, ᾿Αμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών,
Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς
῾Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν ᾿Ωβὴδ ἐκ τῆς ῾Ρούθ, ᾿Ωβὴδ δὲ ἐγέννησε τὸν
᾿Ιεσσαί, ᾿Ιεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς
ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν
῾Ροβοάμ, ῾Ροβοὰμ δὲ ἐγέννησε τὸν ᾿Αβιά, ᾿Αβιὰ δὲ ἐγέννησε τὸν ᾿Ασά, ᾿Ασὰ
δὲ ἐγέννησε τὸν ᾿Ιωσαφάτ, ᾿Ιωσαφὰτ δὲ ἐγέννησε τὸν ᾿Ιωράμ, ᾿Ιωρὰμ δὲ
ἐγέννησε τὸν ᾿Οζίαν, ᾿Οζίας δὲ ἐγέννησε τὸν ᾿Ιωάθαμ, ᾿Ιωάθαμ δὲ ἐγέννησε
τὸν ῎Αχαζ, ῎Αχαζ δὲ ἐγέννησε τὸν ῾Εζεκίαν, ῾Εζεκίας δὲ ἐγέννησε τὸν
Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν ᾿Αμών, ᾿Αμὼν δὲ ἐγέννησε τὸν ᾿Ιωσίαν,
᾿Ιωσίας δὲ ἐγέννησε τὸν ᾿Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς
μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾿Ιεχονίας
ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ
ἐγέννησε τὸν ᾿Αβιούδ, ᾿Αβιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελιακείμ, ᾿Ελιακεὶμ δὲ
ἐγέννησε τὸν ᾿Αζώρ, ᾿Αζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν
᾿Αχείμ, ᾿Αχεὶμ δὲ ἐγέννησε τὸν ᾿Ελιούδ, ᾿Ελιοὺδ δὲ ἐγέννησε τὸν
᾿Ελεάζαρ, ᾿Ελεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν
᾿Ιακώβ, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη
᾿Ιησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾿Αβραὰμ ἕως Δαυῒδ
γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ
δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ
δεκατέσσαρες. Τοῦ δὲ ᾿Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης
γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾿Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν
γαστρὶ ἔχουσα ἐκ Πνεύματος ῾Αγίου. ᾿Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν
καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα
δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων·
᾿Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ
ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ῾Αγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις
τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν
αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ
τοῦ προφήτου λέγοντος· «᾿Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται
υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ», ὅ ἐστι μεθερμηνευόμενον
«μεθ᾿ ἡμῶν ὁ Θεός». Διεγερθεὶς δὲ ὁ ᾿Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς
προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ
ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε
τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν.
Τρίτη 15 Δεκεμβρίου 2015
Μωυσῆς ἁγιορείτης: Ἔσχατοι καιροί;
Στους
δύσκολους και ταραγμένους καιρούς μας υπάρχει γενικά και μια μικρή
ισχυρή ομάδα ανθρώπων με κάποιες μεταφυσικές αναζητήσεις. Κάποιοι
βρίσκουν τον Θεό ως ανάγκη, ως αποκούμπι και ως σχεδία. Συνήθως ο
άνθρωπος βρίσκει ό,τι ψάχνει και τον συμφέρει. Δεν θέλει να κουραστεί
και να μοχθήσει πολύ. Ικανοποιείται με πρόχειρες και εύκολες λύσεις.
Έτσι, μερικές φορές τη θρησκευτικότητά του εξαντλεί σε τυπικές
υποχρεώσεις, δίχως κανένα κόστος. Άλλοτε παρασύρεται από επιτήδειους
δασκάλους, που εκμεταλλεύονται τον θείο πόθο του με το να του προσφέρουν
προϊόντα απελευθερωτικά, χαρούμενα, χαλαρωτικά και άκοπα.
Σάββατο 12 Δεκεμβρίου 2015
Εὐαγγέλιο Κυριακῆς 13 Δεκεμβρίου ια΄ Λουκᾶ
Κατά Λουκᾶ ιδ΄ 16-24
Ἡ παραβολή τοῦ μεγάλου Δείπνου.
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ρύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
Τρίτη 8 Δεκεμβρίου 2015
Εγγραφή σε:
Αναρτήσεις (Atom)