Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Δευτέρα 28 Δεκεμβρίου 2015

Περί ταπεινοφροσύνης

Ἁγίου Ἰωάννου τοῦ Σιναΐτου

Ὁ ἐραστής μου, εἶπε ἡ ὁσία ταπείνωσις, δὲν ἐπιπλήττει, δὲν καταδικάζει τοὺς ἄλλους, δὲν ἐπιζητεῖ πρωτεῖα, δὲν χρησιμοποιεῖ σοφιστεῖες, ἕως ὅτου ἑνωθῆ μαζί μου, διότι μετὰ τὴν ἕνωσί μας δὲν ὑπόκειται πλέον στὸν νόμο.

Δὲν λέγει ὁ Ψαλμῳδὸς «ἐνήστευσα» οὔτε «ἀγρύπνησα» οὔτε «ἐκοιμήθηκα κατὰ γῆς», ἀλλὰ «ἐταπεινώθην, καὶ ἔσωσέ με συντόμως ὁ Κύριος» (πρβλ. Ψαλμ. ριδ´ 6). Ἡ μὲν μετάνοια μᾶς

Σάββατο 26 Δεκεμβρίου 2015

Εὐαγγέλιο Κυριακῆς 27 Δεκεμβρίου 2015

Μετὰ τὴν Χριστοῦ Γέννησιν:  Ματθ. β΄ 13-23


ναχωρησάντων τῶν μάγων ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ ᾿Ιωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι·μέλλει γὰρ ῾Ηρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. ῾Ο δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ῾Ηρῴδου, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγον­τος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
Τότε ῾Η­ρῴ­δης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων,

Νά θυμᾶσαι...

...ὅ,τι κακό ἔχεις κάνει, γιά νά εἶσαι ἐπιεικής στούς ἄλλους...
...Ἐσωτερική ἠρεμία ἔχεις, ἄν ἀνέχεσαι καί τούς συγχωρεῖς ὅλους...


Χριστούγεννα: Ὁ Ἡρώδης τότε καί σήμερα.



Ὁμιλία π. Αθανασίου Χατζή, Ι. Μ. Γενεθλίου Θεοτόκου Ντουραχάνης.

Πέμπτη 24 Δεκεμβρίου 2015

Ἡ γέννησίς σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν· Κύριε δόξα σοι.








Τά δῶρα τῶν Μάγων

Ἁγίου Νικολάου Βελιμίροβιτς


«Καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν» (Ματθ. Β΄11).

Τρία δῶρα ἔφεραν στὸ νεογέννητο Βασιλιά. Καὶ χωρὶς νὰ τὸ θέλουν συμβόλισαν τὴν ἁγία καὶ ζωοποιὸ Τριάδα, στὸ ὄνομα τῆς Ὁποίας ἦρθε στὸν κόσμο τὸ παιδὶ Ἰησοῦς, ἀλλὰ καὶ τὴν τριπλή διακονία τοῦ Κυρίου: τὴ βασιλική, τὴν ἱερατικὴ καὶ τὴν προφητική, γιατί ὁ χρυσὸς συμβολίζει τὴν αὐτοκρατορική, τὸ λιβάνι τὴν ἱερατικὴ καὶ ἡ σμύρνα τὴν προφητικὴ ἢ τὴ θυσιαστική. Τὸ νεογέννητο βρέφος θὰ γινόταν ὁ Βασιλιᾶς τοῦ ἀθάνατου βασιλείου, ὁ ἀναμάρτητος ἱερέας καὶ προφήτης καί, ὅπως οἱ περισσότεροι προφῆτες πρὶν ἀπ’ Αὐτόν, θὰ θανατωνόταν.
Ὅλοι τὸ γνωρίζουν πὼς ὁ χρυσὸς μαρτυρεῖ

Χριστὸς γεννᾶται, δοξάσατε....ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

                                                                                                             ΑΠΟΣΠΑΣΜΑΤΑ ΛΟΓΟΥ ΛΗ'

Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ καί, ἵν' ἀμφότερα συνελὼν εἴπω, Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τὸν ἐπουράνιον, εἶτα ἐπίγειον.
Κἀγὼ βοήσομαι τῆς ἡμέρας τὴν δύναμιν: Ὁ ἄσαρκος σαρκοῦται. Ὁ Λόγος παχύνεται. Ὁ ἀόρατος ὁρᾶται. Ὁ ἀναφὴς ψηλαφᾶται. Ὁ ἄχρονος ἄρχεται. Ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας» (Ἐβρ. 13, 8)
Ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ Πνεύματος· ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. Ὢ τῆς καινῆς μίξεως! ὢ τῆς παραδόξου κράσεως! ὁ ὢν γίνεται καὶ ὁ ἄκτιστος κτίζεται καὶ ὁ ἀχώρητος χωρεῖται, διὰ μέσης ψυχῆς νοερᾶς μεσιτευούσης Θεότητι καὶ σαρκὸς παχύτητι. Καὶ ὁ πλουτίζων πτωχεύει· πτωχεύει γὰρ τὴν ἐμὴν σάρκαν, ἵν' ἐγὼ πλουτήσω τὴν αὐτοῦ Θεότητα. Καὶ ὁ πλήρης κενοῦται· κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρόν, ἵν' ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως. Τίς ὁ πλοῦτος τῆς ἀγαθότητος; Τί τὸ περὶ ἐμὲ τοῦτο μυστήριον; Μετέλαβον τῆς εἰκόνος καὶ οὐκ ἐφύλαξα· μεταλαμβάνει τῆς ἐμῆς σαρκός, ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ. Δευτέραν κοινωνεῖ κοινωνίαν, πολὺ τῆς προτέρας παραδοξοτέραν· τότε μὲν τοῦ κρείττονος μετέδωκε, νῦν δὲ μεταλαμβάνει τοῦ χείρονος. Τοῦτο τοῦ προτέρου θεοειδέστερον· τοῦτο τοῖς νοῦν ἔχουσιν ὑψηλότερον.

Μεταγραφή:

Ο Χριστός γεννάται, δοξάσατε. O Χριστός από τον ουρανό συναντήστε (τον). O Χριστός επάνω στην γη υψωθείτε. Τραγουδήστε για τον Κύριο όλη η γη και για να ενώσω και να πω και τα δύο μαζί: Να ευφρανθούν οι ουρανοί και να αγαλλιάσει η γη για τον επουράνιο, έπειτα επίγειο.

Δευτέρα 21 Δεκεμβρίου 2015

Διακονίες

Τό δυναμικό ἑνός ἔργου εἶναι τά πρόσωπα καί ὄχι τά κτίρια. "Ψυχή ἡ Παναγία". Στό ἀνθρώπινο δυναμικό ὁ ἱερομόναχος Ἀθανάσιος Χατζής, κατά κόσμο Σωτήριος Χατζής, καθοδηγητής καί συμβουλάτορας.
Γύρω ἀπό τό χῶρο τῆς Παναγίας δημιουργοῦνται πολλές κυκλικές χορεῖες. Ὁ καθένας παίζει τή μουσική τῆς καρδιάς του, ἀνάλογα μέ τά χαρίσματά του, τή διάθεσή του καί βάζει τή δική του πέτρα στό "χτίσιμο", στήν "οἰκοδομή" τοῦ ἔργου. Καθένας, ἀπό τό χῶρο του, προσθέτει τή δική του παρουσία. Πρόσωπα διάφορα. Τό καθένα μέ τήν ἰδιαιτερότητά του. Πολλά τά στρατεύματα. Ὁ καθένας στρατεύεται στό τάγμα του. Ἀπό ὅλες τίς ἡλικίες καί τούς κλάδους βοηθᾶνε μέ λόγια ἤ μέ πράξεις καί ἐνθαρρύνουν, δυναμώνουν τό ἔργο.
Στό Ἵδρυμα λειτουργεῖ

Σάββατο 19 Δεκεμβρίου 2015

Εὐαγγέλιο Κυριακῆς 20 Δεκεμβρίου 2015, Πρὸ τῆς Χριστοῦ γεννήσεως.

(Ματθ. α´ 1-25)

Βίβλος γενέσεως ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ υἱοῦ ᾿Αβραάμ. ᾿Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ, ᾿Ισαὰκ δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ᾿Ιούδας δὲ  ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν ᾿Εσρώμ, ᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράμ, ᾿Αρὰμ δὲ ἐγέννησε τὸν ᾿Αμιναδάβ, ᾿Αμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς ῾Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν ᾿Ωβὴδ ἐκ τῆς ῾Ρούθ, ᾿Ωβὴδ δὲ ἐγέννησε τὸν ᾿Ιεσσαί, ᾿Ιεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν ῾Ροβοάμ, ῾Ροβοὰμ δὲ ἐγέννησε τὸν ᾿Αβιά, ᾿Αβιὰ δὲ ἐγέννησε τὸν ᾿Ασά, ᾿Ασὰ δὲ ἐγέννησε τὸν ᾿Ιωσαφάτ, ᾿Ιωσαφὰτ δὲ ἐγέννησε τὸν ᾿Ιωράμ, ᾿Ιωρὰμ δὲ ἐγέννησε τὸν ᾿Οζίαν, ᾿Οζίας δὲ ἐγέννησε τὸν ᾿Ιωάθαμ, ᾿Ιωάθαμ δὲ ἐγέννησε τὸν ῎Αχαζ, ῎Αχαζ δὲ ἐγέννησε τὸν ῾Εζεκίαν, ῾Εζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν ᾿Αμών, ᾿Αμὼν δὲ ἐγέννησε τὸν ᾿Ιωσίαν, ᾿Ιωσίας δὲ ἐγέννησε τὸν ᾿Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾿Ιεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν ᾿Αβιούδ, ᾿Αβιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελιακείμ, ᾿Ελιακεὶμ δὲ ἐγέννησε τὸν ᾿Αζώρ, ᾿Αζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν ᾿Αχείμ, ᾿Αχεὶμ δὲ ἐγέννησε τὸν ᾿Ελιούδ, ᾿Ελιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελεάζαρ, ᾿Ελεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ᾿Ιησοῦς ὁ  λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾿Αβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ ᾿Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾿Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ῾Αγίου. ᾿Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· ᾿Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ῾Αγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «᾿Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ», ὅ ἐστι μεθερμηνευόμενον «μεθ᾿ ἡμῶν ὁ Θεός». Διεγερθεὶς δὲ ὁ ᾿Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν.

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...