Κανων ιαμβικος,
του Αγιου Ιωαννου του Δαμασκηνου·
ου η ακροστιχις δια Στιχων Ηρωελεγειων.
Ωδη γ´. | ελευθερα νεοελληνικη αποδοσις υπο (+) Αρχιμ. Ευσεβιου Βιττη |
Ὅσοι παλαιῶν, ἐκλελύμεθα, βρόχων, Βορῶν λεόντων, συντεθλασμένων μύλας, Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων. | Ὅσοι ἐλευθερωθήκαμε ἀπὸ τὰ παλιὰ δεσμά, ἀφοῦ τσακίστηκαν τὰ δόντια τῶν ἀδηφάγων λεονταριῶν, ἂς χαροῦμε κι ἂς κράξουμε μὲ χαρὰ συνθέτοντας μὲ εὐγνωμοσύνη χάριν τοῦ Θεοῦ Λόγου ὕμνους μελωδικούς, γιατὶ χαίρεται ὑπερβολικὰ χαρίζοντάς μας δῶρα πνευματικά. |
Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει, Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν, Ἐπισκοτεῖται, σαρκικῇ παρουσίᾳ. Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ, Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν. | Αὐτός, ὁ πρίν, φύτεψε τὴ νέκρωση στὴ φύση, ὁ διάβολος, ἔχοντας μεταμορφωθῆ σὲ κακοῦργο φίδι, σκοτίζεται τώρα ἀπὸ τὴν κατὰ σάρκα παρουσία τοῦ Θεοῦ Λόγου. Πρόβαλε τὴν αὐγή, γιὰ νὰ συντρίψῃ τὴν κεφαλὴ τοῦ ἐχθροῦ, ὅταν αὐτὸς ἔκανε ἐπίθεση ἐναντίον τοῦ Κυρίου. |
Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν, Γαστρὸς τυράννου, συγκεχωσμένην ὅροις· Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει. Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης· Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων. | Ὁ Κύριος τραβάει κοντά του ἀγαπητικὰ τὴ θεοκατασκεύαστη ἀνθρώπινη φύση, ποὺ ἦταν καταχωνιασμένη στὴν κοιλιὰ τοῦ τύραννου. Καὶ ἐκτελεῖ ὁ Κύριος θαυμασιώτατο ἔργο ἀναγεννώντας καὶ ξαναπλάθοντας τὸν ἄνθρωπο. |