Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Σάββατο 4 Μαρτίου 2017

Εὐαγγέλιο Κυριακῆς 5 Μαρτίου 2017. Κυριακή Α΄ Νηστειῶν - τῆς Όρθοδοξίας


ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 44-52
Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. Καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Παρασκευή 3 Μαρτίου 2017

Χαῖρε Νύμφη Ἀνύμφευτε






















Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε, ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι. Διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

Εὐχή ἁγίου Ἐφραίμ τοῦ Σύρου


Σάββατο 25 Φεβρουαρίου 2017

Εὐαγγέλιο Κυριακῆς 26 Φεβρουαρίου 2017. Κυριακὴ τῆς Τυρινῆς

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ϛ´ 14-21
Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. Σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρός ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.

Πέμπτη 23 Φεβρουαρίου 2017

Μέσα ἀπὸ τὸ παράθυρο τῆς φυλακῆς. Ἁγίου Νικολάου Βελιμίροβιτς



Σειρά ραδιοφωνικών εκπομπών, που επιμελείται και παρουσιάζει ο κ. Παύλος Κυριακίδης, καθηγητής Κοινωνικής Ψυχολογίας του Πανεπιστημίου Ιωαννίνων, για το ραδιοφωνικό σταθμό "Σπίνος 96 fm stereo".


Τετάρτη 22 Φεβρουαρίου 2017

Ελληνική Γραφή και Φυσική της Πληροφορίας.Η Αξία των Αρχαίων Ελληνικών στις Εγκεφαλικές λειτουργίες και...


 
Ο καθηγητής στο Πανεπιστήμιο Πατρών, Σταύρος Παπαμαρινόπουλος, σε μια συγκλονιστική συνεντευξη για την αξία των Αρχαίων Ελληνικών στις εγκεφαλικές λειτουργίες και τις δυνατότητες του τομέα Φυσικής της Πληροφορίας.

Συνέντευξη στο Γιώργο Σαχίνη

Η ΤΕΛΕΥΤΑΙΑ ΚΡΙΣΗ (Κυριακή της Απόκρεω)

Από το βιβλίο Μεγάλη Σαρακοστή Πορεία προς το Πάσχα
του Alexander Schmemann
Η επόμενη Κυριακή ονομάζεται Κυριακή της Απόκρεω γιατί στη διάρκεια της εβδομάδας που ακολουθεί αρχίζει μια περιορισμένη νηστεία — «αποχή κρέατος» — όπως παραγγέλλουν τα λειτουργικά βιβλία. Αυτή η παραγγελία γίνεται κατανοητή μόνο μέσα στο φως όσων είπαμε παραπάνω για το νόημα της προετοιμασίας. Η Εκκλησία αρχίζει να μας «προσαρμόζει» στη μεγάλη προσπάθεια που θα απαιτήσει από μας επτά μέρες αργότερα. Σταδιακά μας βάζει στο μεγάλο αγώνα, γιατί γνωρίζει την ευπάθειά μας και προβλέπει την πνευματική μας αδυναμία.
Την παραμονή της Κ υριακής της Α πόκρεω η Εκκλησία μας καλεί σε μια παγκόσμια ανάμνηση όλων «των απ' αιώνος κοιμηθέντων ευσεβώς, επ' έλπίδι αναστάσεως, ζωής αιωνίου». Αυτή πραγματικά είναι η μεγάλη μέρα της Εκκλησίας κατά την οποία προσευχόμαστε για τα κοιμηθέντα μέλη της. Για να καταλάβουμε το νόημα που υπάρχει στη σχέση της Μεγάλης Σαρακοστής και της προσευχής για τους κοιμηθέντες θα πρέπει

Σάββατο 18 Φεβρουαρίου 2017

Εὐαγγέλιο Κυριακῆς 19 Φεβρουαρίου 2017. Κυριακὴ τῆς Ἀπόκρεω

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΕ´ 31-46
 
Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. Τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...