Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Σάββατο 2 Ιουνίου 2018

Τὸ Εὐαγγέλιο τῆς Κυριακῆς 3 Ἰουνίου 2018 - τῶν Ἁγίων Πάντων - Κατά Ματθ. ι΄ 32-33, 37-38, ιθ΄ 27-30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ᾿Ισραήλ. Kαὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, κατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Σάββατο 26 Μαΐου 2018

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 27 Μαΐου 2018, τῆς Πεντηκοστῆς (Ἰω. ζ΄ 37-52, η΄ 12)


Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ ᾿Ιησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα ῞Αγιον, ὅτι ᾿Ιησοῦς οὐδέπω ἐδοξάσθη. πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται; σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν. τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας. ῏Ηλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλ᾿ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς ἐλάλησε λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς.

Παρασκευή 25 Μαΐου 2018

- Γέροντα, όταν με αδικούν, η καρδιά μου σκληραίνει.


 
- Για να μη σκληραίνει, ποτέ να μη σκέφτεσαι ότι φταίει ή πόσο φταίει ο άλλος που σε αδικεί, αλλά πόσο φταις εσύ. Βλέπεις, όταν οι άνθρωποι μαλώνουν μεταξύ τους, όλοι τους
λένε ότι έχουν δίκαιο, μόνον που παίρνουν περισσότερο δίκαιο άπ' όσο δικαιούνται, γι' αυτό και διαφωνούν συνέχεια. Πηγαίνουν στην αστυνομία π.χ., και ο καθένας λέει: με έδειρε ο τάδε - δεν λέει πόσο τον έδειρε αυτός! - και του κάνει μήνυση. 
Αν σκεφτόμασταν ότι ο πιο αδικημένος είναι ο Χριστός, θα δεχόμασταν με χαρά την αδικία. 
Ενώ ήταν Θεός, κατέβηκε στην γη από πολλή αγάπη και κλείσθηκε εννιά μήνες στην κοιλιά της Παναγίας. Ύστερα, τριάντα χρόνια έζησε αθόρυβα. 
Από δεκαπέντε μέχρι τριάντα χρόνων δούλευε μαραγκός στους Εβραίους. Και τί

Κυριακή 20 Μαΐου 2018

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 20 Μαΐου 2018, τῶν Ἁγίων Πατέρων τῆς Α΄ Οἰκουμ. Συνόδου (Ἰωάν. ιζ΄ 1-13)


 
ῷ καιρῷ ἐκείνῳ, ἐπάρας ὁ ᾿Ιησοῦς τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπε· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας ᾿Ιησοῦν Χριστόν. ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. ᾿Εφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν· ὅτι τὰ ρήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. ᾿Εγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι, καὶ τὰ ἐμὰ πάντα σά ἐστι καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. ὅτε ἤμην μετ᾿ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.

Πέμπτη 17 Μαΐου 2018

Γέροντα πώς ἔρχεται ὁ φωτισμός τοῦ νοῦ καί τῆς καρδιάς;

Ἁγίου Γέροντος Παϊσίου
- Σάς έχω πει ότι, για να εξαγνισθούν ο νους και η καρδιά, δεν πρέπει ο άνθρωπος να δέχεται τους πονηρούς λογισμούς που του φέρνει το ταγκαλάκι, ούτε ο ίδιος να σκέφτεται πονηρά.
Να προσπαθεί να βάζει πάντα καλό λογισμό, να μη σκανδαλίζεται εύκολα και να βλέπη με επιείκεια και  αγάπη  τα  σφάλματα  των  άλλων.  Όταν  πληθαίνουν  οι  καλοί  λογισμοί,  ο  άνθρωπος εξαγνίζεται  ψυχικά,  κινείται  με  ευλάβεια,  ειρηνεύει,  και  η  ζωή  του  είναι  Παράδεισος.
Διαφορετικά, τα βλέπει όλα με καχυποψία και γίνεται η ζωή του κόλαση. Μόνος του κάνει την ζωή του κόλαση.
Χρειάζεται  να  εργασθούμε  για  την  κάθαρση. Μπορεί να  αναγνωρίζουμε τα  χάλια  μας, αλλά αυτό δεν αρκεί. Αν δεν

Τετάρτη 16 Μαΐου 2018

Λόγος στην Άνάληψη τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ Ἁγίου Διαδόχου Φωτικῆς

Α’. Ελάτε τώρα οι ιερείς των Ιουδαίων, γιατί είναι ώρα για νικητήριους λόγους. Έλα εδώ εσύ που συγκεντρώνεις τα πλήθη και είσαι και κήρυκας του Χριστού και λέγε και ζωγράφιζε έντονα με την αλήθεια σου πώς οι πρώτοι έδωσαν το αργύριο της κακοβουλίας τους (Ματθ. κη’ 12) στους στρατιώτες, νομίζοντας πως με το ψέμα θα καλύψουν την μη ορατή αλήθεια. Λέγε ακόμη και το πώς τώρα οι λειτουργοί του Χριστού παραδεχόμαστε τον Κύριο, που αναστήθηκε την τρίτη ημέρα από τους νεκρούς και ανέβηκε στους ουρανούς, και τον αποκαλούμε αδιάκοπα με καύχηση Σωτήρα. Αυτόν, που Τον δέχτηκαν οι ουρανοί, καθώς παρουσιάστηκε σ’ αυτούς με θείο θαύμα, και που η γη, που βαστάζεται από τη θέλησή Του, δεν μπορούσε να Τον βαστάξει. Αυτόν που Τον παρέλαβε φωτεινή νεφέλη εκπληρώνοντας φανερά το περιεχόμενο της προφητείας, και οι Άγγελοι τον συνόδευσαν

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...