Τετάρτη 15 Αυγούστου 2018
ΕΜΨΥΧΟΣ ΚΙΒΩΤΟΣ Η ΠΑΝΑΓΙΑ
π. Δημητρίου Μπόκου
Ο λαός του Θεού είναι έτοιμος να εισέλθει στη γη της Επαγγελίας. Αργηγός του τώρα, μετά τον πρόσφατο θάνατο του Μωυσή, είναι ο Ιησούς του Ναυή. Μπροστά τους κυλάει ο Ιορδάνης ποταμός. Την εποχή εκείνη ήταν αδιάβατος. «Επληρούτο καθ’ όλην την κρηπίδα αυτού». Η κοίτη του ήταν πλημμυρισμένη από άκρη σε άκρη. Με εντολή του Θεού ο Ιησούς του Ναυή έδωσε οδηγίες στον λαό για τη διάβαση. Μπροστά βάδισαν οι ιερείς σηκώνοντας στους ώμους τους την Κιβωτό της Διαθήκης, τη δόξα του Ισραήλ, όπου φυλάσσονταν οι πλάκες του Νόμου και άλλα ιερά αφιερώματα.
Όταν οι ιερείς μπήκαν στον Ιορδάνη και βράχηκαν λίγο τα πόδια τους στο νερό, στάθηκαν, κρατώντας πάντα υψωμένη την Κιβωτό. Επαναλήφθηκε τότε το θαύμα της θαυμαστής διάβασης της Ερυθράς θάλασσας. Τα ορμητικά νερά του Ιορδάνη κόπηκαν απότομα στη μέση. Αυτά που κατέβαιναν από το πάνω μέρος του ποταμού, σταμάτησαν. Ένα υδάτινο τείχος σαν ένας μακρύς εκτεταμένος πάγος απλώθηκε σε τεράστια απόσταση, όσο
Όταν οι ιερείς μπήκαν στον Ιορδάνη και βράχηκαν λίγο τα πόδια τους στο νερό, στάθηκαν, κρατώντας πάντα υψωμένη την Κιβωτό. Επαναλήφθηκε τότε το θαύμα της θαυμαστής διάβασης της Ερυθράς θάλασσας. Τα ορμητικά νερά του Ιορδάνη κόπηκαν απότομα στη μέση. Αυτά που κατέβαιναν από το πάνω μέρος του ποταμού, σταμάτησαν. Ένα υδάτινο τείχος σαν ένας μακρύς εκτεταμένος πάγος απλώθηκε σε τεράστια απόσταση, όσο
Κυριακή 12 Αυγούστου 2018
Εὐαγγέλιον Κυριακῆς 12 Αὐγούστου 2018

ΙΑ΄ Ματθαίου (Ματθ. ιη΄ 23-35)
ἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ’ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω. σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ’ ἐμοὶ καὶ ἀποδώσω σοι. ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.
Παρασκευή 10 Αυγούστου 2018
Ἰωάννου τοῦ Χριστοστόμου Περὶ νηστείας, καὶ εἰς τὸν Δαυῒδ, καὶ περὶ πρεσβυτέρων, καὶ εἰς τὸν Ἰωσὴφ, καὶ κατὰ Ναυάτου.
Λόγος γιὰ τὴ μετάνοια καὶ ἐξομολόγηση
Καθολικὸν ἡμῖν, καὶ οὐ μερικὸν μέλος ὑπαγορεύων ὁ μακάριος Δαυῒδ, ἐπῆλθε ψάλλειν· Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ὢ τῆς εὐλαβείας τοῦ μακαρίου Δαυῒδ, τοῦ πταίσαντος, καὶ μὴ καταφρονήσαντος! Εἰ γὰρ καὶ ὡς ἄνθρωπος ὀλισθήσας ἔπεσεν, ἀλλ' ὅμως ὡς ἄνθρωπος ἐξωμολογήσατο.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τῶν ἁμαρτιῶν οὐκ ἀπαλλάττομαι.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, ὡς χιὼν οὐ λευκανθήσομαι.
Ἐξομολογήσομαί σοι, Κύριε.
Ἐξομολογήσομαί σοι, Κύριε.
Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, ὁ διάβολος τὴν
φονομοιχείαν παίζων οὐ μεθίσταται. Ἐξομολογήσομαί σοι, Κύριε.
φονομοιχείαν παίζων οὐ μεθίσταται. Ἐξομολογήσομαί σοι, Κύριε.
Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, εἰς τὴν προτέραν τιμὴν οὐκ ἐπανέρχομαι.
Ἐξομολογήσομαί σοι, Κύριε.
Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, πατήρ σου κατὰ σάρκα ἀκούειν οὐ δύναμαι.
Ἐξομολογήσομαί σοι, Κύριε.
Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, πατήρ σου κατὰ σάρκα ἀκούειν οὐ δύναμαι.
Ἐξομολογήσομαί σοι, Κύριε.
Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τὸ Πνεῦμα τὸ ἅγιον οὐδὲν ὑπαγορεύει μοι, καὶ οὐδεὶς τὸν πεντηκοστὸν ψαλμὸν ἐκμαθεῖν ἀνέχεται. Ἁρμόζει δὲ ἑνὶ ἑκάστῳ τῶν προσερχομένων τῷ ἁγίῳ βαπτίσματι λέγειν τὰ τοῦ μακαρίου Δαυῒδ,
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τὸν παλαιὸν ἄνθρωπον οὐκ ἀποδύομαι.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τὸν παλαιὸν ἄνθρωπον οὐκ ἀποδύομαι.
Ἐξομολογήσομαί σοι, Κύριε.
Πέμπτη 9 Αυγούστου 2018
Δευτέρα 6 Αυγούστου 2018
Κυριακή 5 Αυγούστου 2018
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 5 Αὐγούστου 2018, Ι΄ Ματθαίου (Ματθ. ιζ΄ 14-23)
Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ, γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.
Εγγραφή σε:
Αναρτήσεις (Atom)