Σάββατο 25 Δεκεμβρίου 2021
Από Χριστουγεννιάτικες γιορτές των μαθητών του Γυμνασίου Δουραχάνης
Από Χριστουγεννιάτικες γιορτές των μαθητών του Γυμνασίου Δουραχάνης
ξανά...
Παρασκευή 24 Δεκεμβρίου 2021
Ἡ Ἀγάπη γεννιέται...
Ἡ ἀγάπη ρίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἀπάντων τῶν ἀγαθῶν...
...Διό, παρακαλῶ, ἐπ' αὐτὴν καταφύγωμεν ἅπαντες,
καὶ ταύτη περιπλακῶμεν,
καὶ μετ' αὐτῆς τὴν ἑορτὴν ταὺτην ὑποδεξώμεθα...
...ὅπου γὰρ ἀγάπη, ἀργεῖ τῆς ψυχῆς τὰ ἐλατώματα...
...ὅπου ἀγάπη τὰ ἀλογα τῆς διανοίας σκιρτήματα πέπαυται...
Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος
Χρόνια Πολλά καί εὐλογημένα!
Χριστούγεννα
Ἀπολυτίκιον Ἦχος δ’
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Εὐαγγέλιο Χριστουγέννων Κατά Ματθαίον (β΄ 1-12)

Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου· καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ᾿Ισραήλ.
Τότε Ἡρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον· ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν·καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
Πέμπτη 23 Δεκεμβρίου 2021
Εγγραφή σε:
Αναρτήσεις (Atom)