Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Σάββατο 26 Οκτωβρίου 2024

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 27 Ὀκτωβρίου 2024, Ζ΄ Λουκᾶ (Λκ. η΄ 41-56)

 


ῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ ᾿Ιησοῦ, ᾧ ὄνομα ᾿Ιάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. ᾿Εν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. καὶ γυνὴ οὖσα ἐν ρύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵματος αὐτῆς. καὶ εἶπεν ὁ ᾿Ιησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ. ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

῎Ετι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. ὁ δὲ ᾿Ιησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ ᾿Ιωάννην καὶ ᾿Ιάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· ἡ παῖς, ἐγείρου. καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς. ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
 
 

+π. Ἀθανάσιος Χατζής, ὁμιλία στίς 26-10-1996, Παναγία Ντουραχάνης..

 




Περί της ανακομιδής των Ιερών λειψάνων του Νεομάρτυρος Γεωργίου Ιωαννίνων...

 

 



Σάββατο 19 Οκτωβρίου 2024

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς στ΄ Λουκᾶ (Λουκ. η΄ 26-39)

 


  
ῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ ᾿Ιησοῦ εἰς τὴν χώραν τῶν Γα­δαρη­νῶν, ὑπήν­τησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. ἰδὼν δὲ τὸν ᾿Ιησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, ᾿Ιησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βα­­σανίσῃς. παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀ­κα­θάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀν­­θρώπου. πολλοῖς γὰρ χρόνοις συν­ηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρή­μους. ἐ­πη­ρώτησε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅτι δαι­μόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκα­νῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐ­τοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. ἰδόντες δὲ οἱ βόσκον­τες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν ᾿Ιησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πό­δας τοῦ ᾿Ιησοῦ, καὶ ἐφοβήθησαν. ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. καὶ ἠρώτησαν αὐ­τὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φό­βῳ μεγάλῳ συν­είχοντο. αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ ᾿Ιησοῦς.

 

Νιάτα, κρατήστε τη ζωή, κρατήστε την ελπίδα κρατήστε τη δύναμη που έχετε

 

 Ομιλία ♱π. Αθανασίου Χατζή

071021

Ἐποχὴ δαιμονικὴ - βλασφημία Κυριακὴ ΣΤ΄ Λουκᾶ (Λουκ. 8,26-39) (†) ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης

 

νας ἅγιος, ἀγαπητοί μου, ἀπὸ τοὺς πιὸ μεγάλους διδασκάλους τῆς ἁγίας μας Ἐκκλησίας, ὁ ἱερὸς Αὐγουστῖνος, τοῦ ὁποίου ἀναξίως φέρω τὸ ὄνομα, εἶπε ὅτι τὸ Εὐαγγέλιο εἶνε πνευματικὸς καθρέφτης.
Ὅπως στὸν καθρέφτη βλέπουμε τὴ μορφή μας καὶ εὐπρεπιζόμαστε, ἔτσι στὸ Εὐαγγέλιο βλέπουμε ὄχι τὸν ὁρατὸ ἄνθρωπο, ἀλλὰ τὸν ἀόρατο ἑαυτό μας, τὶς κα κίες καὶ τὰ πάθη μας, γιὰ νὰ τὰ διορθώνου με. Κι ὅπως δὲν ὑπάρχει σπίτι, ἀκόμα καὶ τὸ πιὸ φτωχό, χωρὶς καθρέφτη, ἔτσι δὲν πρέπει νὰ ὑπάρχῃ οἰκογένεια χωρὶς Εὐαγγέλιο.
Σήμερα λοιπὸν ἡ Ἐκκλησία ἔβαλε μπροστά μας πάλι τὸν πνευματικὸ καθρέφτη καὶ μέσα σ᾽ αὐτὸν βλέπουμε τὸν ἑαυτό μας.
–Τὸν ἑαυτό μας; θὰ πῆτε· μὰ δὲ μιλάει γιὰ μᾶς τὸ εὐαγγέλιο. Καὶ ὅμως. Ἐλᾶτε νὰ δοῦμε μὲ συντομία τί μᾶς λέει ἡ περικοπὴ καὶ πῶς σ᾽ αὐτὴν καθρεφτίζεται ὁ ἑαυτός μας.
Τὴν ἐποχὴ τοῦ Χριστοῦ, ἀγαπητοί μου, στὴ λίμνη τῆς Τιβεριάδος ἦταν χτισμένο ἕνα χωριὸ ποὺ τὸ ἔλεγαν Γάδαρα. Στὸ χωριὸ αὐτὸ ζοῦ σε ἥσυχα ἕνας νέος. Ἐνῷ ὅμως ἦταν ἡ χαρὰ καὶ τὸ καμάρι τῶν γονέων του, ξαφνικὰ ὁ ἄνθρωπος αὐτὸς ἄλλαξε.
Τὸ μυαλό του θόλωσε, ἡ γλῶσσα του μπέρδεψε καὶ ἄρχισε νὰ βγάζῃ ἄσχημα λόγια. Ὠργιζόταν, θύμωνε, χτυπιόταν, ἔσχιζε

τὰ ροῦχα του καὶ παρουσιαζόταν γυμνός, ὅπως τὸν γέννησε ἡ μάνα του. Ἔβγαινε ἔξω, ἔτρεχε δεξιὰ κι ἀριστερά. Τὴ νύχτα δὲν κοιμόταν στὸ σπίτι ἀλλὰ στὰ νεκροταφεῖα, μέσ᾿ στὰ μνήματα.
Πήγαιναν συγγενεῖς καὶ φίλοι νὰ τὸν πιάσουν,

Θὰ ἀνάψουμε τὸ φῶς καὶ τὰ σκοτάδια θὰ φύγουν μόνα τους...

 

Κυριακή ΣΤ’ Λουκά: Ομιλία περί της θεραπείας του δαιμονιζομένου των Γαδαρινών (Αγ. Γρηγόριος ο Παλαμάς)


Η Ευαγγελική περικοπή της Θείας Λειτουργίας.
Κατά Λουκάν Ευαγγέλιον, Κεφ. Η. 27 – 39.


Τω καιρώ εκείνω, Εξελθόντι τω Ιησού εις την γην των Γαδαρινών, υπήντησεν αυτώ ανήρ τις εκ της πόλεως, ός είχε δαιμόνια εκ χρόνων ικανών, και ιμάτιον ουκ ενεδιδύσκετο, και εν οικία ουκ έμενεν, αλλ’ εν τοις μνήμασιν. Ιδών δέ τον Ιησούν και ανακράξας, προσέπεσεν αυτώ και φωνή μεγάλη είπε: τί εμοί και σοί, Ιησού, υιέ του Θεού του υψίστου; Δέομαί σου, μή με βασανίσης. Παρήγγειλε γάρ τω πνεύματι τω ακαθάρτω εξελθείν απο του ανθρώπου. Πολλοίς γάρ χρόνοις συνηρπάκει αυτόν, και εδεσμείτο αλύσεσι, και πέδαις φυλασσόμενος, και διαρρήσσων τα δεσμά ηλαύνετο υπό του δαίμονος εις τας ερήμους. Επηρώτησε δέ αυτόν ο Ιησούς λέγων: τί σοί εστιν όνομα? Ο δέ είπε, λεγεών’ ότι δαιμόνια πολλά εισήλθεν εις αυτόν’ και παρεκάλει Αυτόν ίνα μή επιτάξη αυτοίς εις την άβυσσον απελθείν. Ήν δέ εκεί αγέλη χοίρων ικανών βοσκομένων εν τω όρει, και παρεκάλουν αυτόν ίνα επιτρέψη αυτοίς εις εκείνους εισελθείν. Και επέτρεψεν αυτοίς. Εξελθόντα δέ τα δαιμόνια απο του ανθρώπου, εισήλθον εις τους χοίρους, και ώρμησεν η αγέλη κατά του κρημνού εις την λίμνην και απεπνίγη. Ιδόντες δέ οι βόσκοντες το γεγενημένον, έφυγον, και απήγγειλαν εις την πόλιν και εις τους αγρούς. Εξήλθον δέ ιδείν το γεγονός, και ήλθον προς τον Ιησούν» και εύρον καθήμενον τον άνθρωπον, αφ’ ού τα δαιμόνια εξεληλύθει, ιματισμένον και σωφρονούντα παρά τους πόδας του Ιησού, και εφοβήθησαν. Απήγγειλαν δέ αυτοίς οι

Σάββατο 12 Οκτωβρίου 2024

Εὐαγγελικὸ ἀνάγνωσμα Κυριακῆς Δ΄ Λουκᾶ, τῶν Ἁγίων Πατέρων τῆς Ζ΄ Οἰκουμενικῆς Συνόδου (Λουκ. η΄ 5-15)

 



ἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό· καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ᾿Επηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη. ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέπον­τες μὴ βλέπωσι καὶ ἀ­κού­οντες μὴ συνιῶσιν. ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπό­ρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαν­τες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀ­κούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλού­του καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κα­τέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. ταῦτα λέ­γων ἐφώνει· ὁ ἔ­χων ὦτα ἀκούειν ἀκουέτω.
 
 
 

Κυριακή τοῦ Σπορέως καί κατά αἱρετικῶν

 

Ἱερά Μονή Παναγίας Δουραχάνης

Κυριακή Δ΄Λουκᾶ

Ὁμιλία ♱π. Ἀθανασίου Χατζῆ 

081013
Σαν σήμερα


 

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...